§7.112.1παραμειψάμενος δὲ ὁ Ξέρξης τὴν εἰρημένην, δεύτερα τούτων παραμείβετο τείχεα τὰ Πιέρων, τῶν ἐνὶ Φάγρης ἐστὶ οὔνομα καὶ ἑτέρῳ Πέργαμος.
And Xerxes, having passed by the aforementioned [region], next passed by the strongholds of the Pierians, of which the name of one is Phagres and of the other Pergamos.
ταύτῃ μὲν δὴ παρʼ αὐτὰ τὰ τείχεα τὴν ὁδὸν ἐποιέετο, ἐκ δεξιῆς χειρὸς τὸ Πάγγαιον ὄρος ἀπέργων, ἐὸν μέγα τε καὶ ὑψηλόν, ἐν τῷ χρύσεά τε καὶ ἀργύρεα ἔνι μέταλλα, τὰ νέμονται Πίερές τε καὶ Ὀδόμαντοι καὶ μάλιστα Σάτραι.
Along this route indeed, he made his way past the very strongholds, keeping on his right hand the Pangaeum mountain, which is large and high, and in which there are gold and silver mines, which the Pierians and Odomantians and especially the Satrae exploit.