§6.20.1ἐνθεῦτεν οἱ ζωγρηθέντες τῶν Μιλησίων ἤγοντο ἐς Σοῦσα.
From there, those of the Milesians who had been taken alive were led to Susa.
βασιλεὺς δὲ σφέας Δαρεῖος κακὸν οὐδὲν ἄλλο ποιήσας κατοίκισε ἐπὶ τῇ Ἐρυθρῇ καλεομένῃ θαλάσσῃ ἐν Ἄμπῃ πόλι, παρʼ ἣν Τίγρης ποταμὸς παραρρέων ἐς θάλασσαν ἐξιεῖ.
And King Darius, doing them no other harm, settled them by the so-called Red Sea in the city of Ampe, past which the river Tigris flows as it empties into the sea.
τῆς δὲ Μιλησίων χώρης αὐτοὶ μὲν οἱ Πέρσαι εἶχον τὰ περὶ τὴν πόλιν καὶ τὸ πεδίον, τὰ δὲ ὑπεράκρια ἔδοσαν Καρσὶ Πηδασεῦσι ἐκτῆσθαι.
Of the territory of the Milesians, the Persians themselves held the parts around the city and the plain, while they gave the mountainous parts to the Carians of Pedasa to possess.