§6.2.1Ἀρταφρένης μὲν ταῦτα ἐς τὴν ἀπόστασιν ἔχοντα εἶπε.
Artaphrenes said these things concerning the revolt.
Ἱστιαῖος δὲ δείσας ὡς συνιέντα Ἀρταφρένεα ὑπὸ τὴν πρώτην ἐπελθοῦσαν νύκτα ἀπέδρη ἐπὶ θάλασσαν, βασιλέα Δαρεῖον ἐξηπατηκώς· ὃς Σαρδὼ νῆσον τὴν μεγίστην ὑποδεξάμενος κατεργάσασθαι ὑπέδυνε τῶν Ἰώνων τὴν ἡγεμονίην τοῦ πρὸς Δαρεῖον πολέμου.
But Histiaeus, fearing because Artaphrenes understood the matter, fled to the sea under cover of the first night that came on, having deceived King Darius; he who, having promised to subdue the greatest island, Sardinia, took upon himself the leadership of the Ionians in the war against Darius.
§6.2.2διαβὰς δὲ ἐς Χίον ἐδέθη ὑπὸ Χίων, καταγνωσθεὶς πρὸς αὐτῶν νεώτερα πρήσσειν πρήγματα ἐς αὐτοὺς ἐκ Δαρείου.
Having crossed over to Chios, he was bound by the Chians, being suspected by them of plotting revolution against them on behalf of Darius.
μαθόντες μέντοι οἱ Χῖοι τὸν πάντα λόγον, ὡς πολέμιος εἴη βασιλέι, ἔλυσαν αὐτόν.
However, when the Chians learned the whole story, that he was an enemy to the King, they released him.