§5.92A.1ἦ δὴ ὅ τε οὐρανὸς ἔνερθε ἔσται τῆς γῆς καὶ ἡ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ, καὶ ἄνθρωποι νομὸν ἐν θαλάσσῃ ἕξουσι καὶ ἰχθύες τὸν πρότερον ἄνθρωποι, ὅτε γε ὑμεῖς ὦ Λακεδαιμόνιοι ἰσοκρατίας καταλύοντες τυραννίδας ἐς τὰς πόλις κατάγειν παρασκευάζεσθε, τοῦ οὔτε ἀδικώτερον ἐστὶ οὐδὲν κατʼ ἀνθρώπους οὔτε μιαιφονώτερον.
Surely indeed the heaven will be beneath the earth and the earth high above the heaven, and men will have their range in the sea and fishes where men formerly did, since you, Lacedaemonians, abolishing equal rights, are preparing to bring tyrannies back into the cities, than which there is nothing more unjust among men nor more murderous.
§5.92A.2εἰ γὰρ δὴ τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηστὸν ὥστε τυραννεύεσθαι τὰς πόλις, αὐτοὶ πρῶτοι τύραννον καταστησάμενοι παρὰ σφίσι αὐτοῖσι οὕτω καὶ τοῖσι ἄλλοισι δίζησθε κατιστάναι· νῦν δὲ αὐτοὶ τυράννων ἄπειροι ἐόντες, καὶ φυλάσσοντες τοῦτο δεινότατα ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι, παραχρᾶσθε ἐς τοὺς συμμάχους.
For if indeed this seems to you to be a good thing, that cities should be ruled by tyrants, you yourselves first establishing a tyrant among yourselves, in this way seek to establish them for the others as well; but as it is, being yourselves without experience of tyrants, and guarding most strictly against this happening in Sparta, you deal outrageously with your allies.
εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖς, εἴχετε ἂν περὶ αὐτοῦ γνώμας ἀμείνονας συμβαλέσθαι ἤ περ νῦν.
But if you were experienced in it, just as we are, you would be able to contribute better opinions about it than now.