§5.6.1τῶν δὲ δὴ ἄλλων Θρηίκων ἐστὶ ὅδε νόμος· πωλεῦσι τὰ τέκνα ἐπʼ ἐξαγωγῇ, τὰς δὲ παρθένους οὐ φυλάσσουσι, ἀλλʼ ἐῶσι τοῖσι αὐταὶ βούλονται ἀνδράσι μίσγεσθαι·
Among the other Thracians, this is the custom: they sell their children for export, and they do not keep watch over their maidens, but allow them to consort with whatever men they themselves wish.
τὰς δὲ γυναῖκας ἰσχυρῶς φυλάσσουσι καὶ ὠνέονται τὰς γυναῖκας παρὰ τῶν γονέων χρημάτων μεγάλων.
However, they keep a strict watch over their wives, and purchase their wives from their parents for great sums of money.
§5.6.2καὶ τὸ μὲν ἐστίχθαι εὐγενὲς κέκριται, τὸ δὲ ἄστικτον ἀγεννές.
And to be tattooed is judged noble, but to be untattooed is ignoble.
ἀργὸν εἶναι κάλλιστον, γῆς δὲ ἐργάτην ἀτιμότατον·
To be idle is most honorable, but to be a tiller of the soil is most disgraceful.
τὸ ζῆν ἀπὸ πολέμου καὶ ληιστύος κάλλιστον.
To live by war and plunder is most honorable.