§5.121.1μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες·
After this defeat, the Carians recovered themselves and fought back.
πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων, ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν, ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης·
For when they learned that the Persians were preparing to march against their cities, they laid an ambush on the road to Pedasa; and the Persians, falling into it by night, were utterly destroyed, both the men themselves and their generals Daurises, Amorges, and Sisimaces.
σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω.
Along with them died also Myrsus, son of Gyges.
τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς.
The leader of this ambush was Heraclides, son of Ibanollis, a man of Mylasa.