§4.90.1ὁ δὲ Τέαρος λέγεται ὑπὸ τῶν περιοίκων εἶναι ποταμῶν ἄριστος τὰ τε ἄλλα τὰ ἐς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποισι ψώρην ἀκέσασθαι.
The Tearus is said by the neighboring inhabitants to be the best of rivers, both in other respects that tend to healing, and especially for curing mange in both men and horses.
εἰσὶ δὲ αὐτοῦ αἱ πηγαὶ δυῶν δέουσαι τεσσεράκοντα, ἐκ πέτρης τῆς αὐτῆς ῥέουσαι, καὶ αἳ μὲν αὐτέων εἰσὶ ψυχραὶ αἳ δὲ θερμαί.
Its sources are forty lacking two, flowing from the same rock, and some of them are cold, while others are warm.
§4.90.2ὁδὸς δʼ ἐπʼ αὐτάς ἐστι ἴση ἐξ Ἡραίου τε πόλιος τῆς παρὰ Περίνθῳ καὶ ἐξ Ἀπολλωνίης τῆς ἐν τῷ Εὐξείνῳ πόντῳ, δυῶν ἡμερέων ἑκατέρη.
The journey to them is of equal distance both from the city of Heraion near Perinthus and from Apollonia on the Euxine Sea, each being a two days' journey.
ἐκδιδοῖ δὲ ὁ Τέαρος οὗτος ἐς τὸν Κοντάδεσδον ποταμόν, ὁ δὲ Κοντάδεσδος ἐς τὸν Ἀγριάνην, ὁ δὲ Ἀγριάνης ἐς τὸν Ἕβρον, ὁ δὲ ἐς θάλασσαν τὴν παρʼ Αἴνῳ πόλι.
This Tearus empties into the river Kontadesdos, the Kontadesdos into the Agrianes, the Agrianes into the Hebrus, and the Hebrus into the sea near the city of Ainos.