§4.171.1Ἀσβυστέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Αὐσχίσαι· οὗτοι ὑπὲρ Βάρκης οἰκέουσι, κατήκοντες ἐπὶ θάλασσαν κατʼ Εὐεσπερίδας.
Bordering on the Asbystae to the west are the Auschisae; these dwell inland of Barca, reaching down to the sea at Euesperides.
Αὐσχισέων δὲ κατὰ μέσον τῆς χώρης οἰκέουσι Βάκαλες, ὀλίγον ἔθνος, κατήκοντες ἐπὶ θάλασσαν κατὰ Ταύχειρα πόλιν τῆς Βαρκαίης· νόμοισι δὲ τοῖσι αὐτοῖσι χρέωνται τοῖσι καὶ οἱ ὑπὲρ Κυρήνης.
In the middle of the territory of the Auschisae dwell the Bacales, a small tribe, reaching down to the sea at Tauchira, a city of the Barcaean territory; they practice the same customs as those who dwell inland of Cyrene.