§4.169.1τούτων δὲ ἔχονται Γιλιγάμαι, νεμόμενοι τὸ πρὸς ἑσπέρην χώρηνμέχρι Ἀφροδισιάδος νήσου.
Bordering on these are the Giligamae, who occupy the country toward the west as far as the island of Aphrodisias.
ἐν δὲ τῷ μεταξὺ τούτου χώρῳ ἥ τε Πλατέα νῆσος ἐπικέεται, τὴν ἔκτισαν οἱ Κυρηναῖοι, καὶ ἐν τῇ ἠπείρῳ Μενέλαος λιμήν ἐστι καὶ Ἄζιρις, τὴν οἱ Κυρηναῖοι οἴκεον, καὶ τὸ σίλφιον ἄρχεται ἀπὸ τούτου·
In the space between this, the island of Platea lies off the coast, which the Cyrenaeans founded, and on the mainland are the harbor of Menelaus and Aziris, which the Cyrenaeans used to inhabit, and the silphium starts from this point.
§4.169.2παρήκει δὲ ἀπὸ Πλατέης νήσου μέχρι τοῦ στόματος τῆς Σύρτιος τὸ σίλφιον.
The silphium extends from the island of Platea as far as the mouth of the Syrtis.
νόμοισι δὲ χρέωνται οὗτοι παραπλησίοισι τοῖσι ἑτέροισι.
These people practice customs similar to those of the others.