§3.59.1παρὰ δὲ Ἑρμιονέων νῆσον ἀντὶ χρημάτων παρέλαβον Ὑδρέην τὴν ἐπὶ Πελοποννήσῳ καὶ αὐτὴν Τροιζηνίοισι παρακατέθεντο· αὐτοὶ δὲ Κυδωνίην τὴν ἐν Κρήτῃ ἔκτισαν, οὐκ ἐπὶ τοῦτο πλέοντες ἀλλὰ Ζακυνθίους ἐξελῶντες ἐκ τῆς νήσου.
From the Hermionians they received the island of Hydrea, which lies off the Peloponnese, in return for money, and they deposited it with the Troezenians; they themselves founded Cydonia in Crete, sailing not for this purpose, but to drive the Zacynthians out of the island.
§3.59.2ἔμειναν δʼ ἐν ταύτῃ καὶ εὐδαιμόνησαν ἐπʼ ἔτεα πέντε, ὥστε τὰ ἱρὰ τὰ ἐν Κυδωνίῃ ἐόντα νῦν οὗτοι εἰσὶ οἱ ποιήσαντες.
They remained in this city and prospered for five years, so that the temples now existing in Cydonia are those which they built.
§3.59.3ἕκτῳ δὲ ἔτεϊ Αἰγινῆται αὐτοὺς ναυμαχίῃ νικήσαντες ἠνδραποδίσαντο μετὰ Κρητῶν, καὶ τῶν νεῶν καπρίους ἐχουσέων τὰς πρῴρας ἠκρωτηρίασαν καὶ ἀνέθεσαν ἐς τὸ ἱρὸν τῆς Ἀθηναίης ἐν Αἰγίνῃ.
But in the sixth year, the Aeginetans, having defeated them in a sea-fight together with the Cretans, reduced them to slavery, and cut off the prows of their ships, which had figureheads of wild boars, and dedicated them in the temple of Athena in Aegina.
§3.59.4ταῦτα δὲ ἐποίησαν ἔγκοτον ἔχοντες Σαμίοισι Αἰγινῆται· πρότεροι γὰρ Σάμιοι ἐπʼ Ἀμφικράτεος βασιλεύοντος ἐν Σάμῳ στρατευσάμενοι ἐπʼ Αἴγιναν μεγάλα κακὰ ἐποίησαν Αἰγινήτας καὶ ἔπαθον ὑπʼ ἐκείνων.
The Aeginetans did this because they held a grudge against the Samians; for previously, when Amphicrates was king in Samos, the Samians had made an expedition against Aegina and done great damage to the Aeginetans, and had suffered the same from them.
ἡ μὲν αἰτίη αὕτη.
This was the cause.