§3.17.1μετὰ δὲ ταῦτα ὁ Καμβύσης ἐβουλεύσατο τριφασίας στρατηίας, ἐπί τε Καρχηδονίους καὶ ἐπὶ Ἀμμωνίους καὶ ἐπὶ τοὺς μακροβίους Αἰθίοπας, οἰκημένους δὲ Λιβύης ἐπὶ τῇ νοτίῃ θαλάσσῃ·
After this, Cambyses planned three campaigns: against the Carthaginians, against the Ammonians, and against the long-lived Ethiopians who dwelt by the southern sea of Libya.
§3.17.2βουλευομένῳ δέ οἱ ἔδοξε ἐπὶ μὲν Καρχηδονίους τὸν ναυτικὸν στρατὸν ἀποστέλλειν, ἐπὶ δὲ Ἀμμωνίους τοῦ πεζοῦ ἀποκρίναντα, ἐπὶ δὲ τοὺς Αἰθίοπας κατόπτας πρῶτον, ὀψομένους τε τὴν ἐν τούτοισι τοῖσι Αἰθίοψι λεγομένην εἶναι ἡλίου τράπεζαν εἰ ἔστι ἀληθέως, καὶ πρὸς ταύτῃ τὰ ἄλλα κατοψομένους, δῶρα δὲ τῷ λόγῳ φέροντας τῷ βασιλέι αὐτῶν.
And as he planned, it seemed good to him to send the navy against the Carthaginians, to dispatch a part of the land army against the Ammonians, and to send spies first to the Ethiopians, who were to see if the "Table of the Sun," which was said to exist among these Ethiopians, truly existed, and besides this to spy out other things, under the pretext of bringing gifts to their king.