§3.154.1ὡς δέ οἱ ἐδόκεε μόρσιμον εἶναι ἤδη τῇ Βαβυλῶνι ἁλίσκεσθαι, προσελθὼν Δαρείου ἀπεπυνθάνετο εἰ περὶ πολλοῦ κάρτα ποιέεται τὴν Βαβυλῶνα ἑλεῖν.
When it seemed to him that it was now destined for Babylon to be captured, he went to Darius and inquired of him whether he set a very high value on capturing Babylon.
πυθόμενος δὲ ὡς πολλοῦ τιμῷτο, ἄλλο ἐβουλεύετο, ὅκως αὐτός τε ἔσται ὁ ἑλὼν αὐτὴν καὶ ἑωυτοῦ τὸ ἔργον ἔσται· κάρτα γὰρ ἐν τοῖσι Πέρσῃσι αἱ ἀγαθοεργίαι ἐς τὸ πρόσω μεγάθεος τιμῶνται.
Having learned that he valued it extremely highly, Zopyrus began to plan another thing, how he himself should be the one who captured it and the deed should be his own; for among the Persians good deeds are honored to the highest degree of greatness.
§3.154.2ἄλλῳ μέν νυν οὐκ ἐφράζετο ἔργῳ δυνατὸς εἶναί μιν ὑποχειρίην ποιῆσαι, εἰ δʼ ἑωυτὸν λωβησάμενος αὐτομολήσειε ἐς αὐτούς.
Now he could not think of any other way by which he would be able to bring it under subjection, unless he should mutilate himself and desert to them.
ἐνθαῦτα ἐν ἐλαφρῷ ποιησάμενος ἑωυτὸν λωβᾶται λώβην ἀνήκεστον· ἀποταμὼν γὰρ ἑωυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν κόμην κακῶς περικείρας καὶ μαστιγώσας ἦλθε παρὰ Δαρεῖον.
Thereupon, making light of it, he inflicted an incurable mutilation upon himself; for having cut off his own nose and ears, shamefully cropped his hair, and scourged himself, he came before Darius.