§3.122.1αἰτίαι μὲν δὴ αὗται διφάσιαι λέγονται τοῦ θανάτου τοῦ Πολυκράτεος γενέσθαι, πάρεστι δὲ πείθεσθαι ὁκοτέρῃ τις βούλεται αὐτέων.
These two different accounts are given of the death of Polycrates, and it is open to anyone to believe whichever of them he wishes.
ὁ δὲ ὦν Ὀροίτης ἱζόμενος ἐν Μαγνησίῃ τῇ ὑπὲρ Μαιάνδρου ποταμοῦ οἰκημένῃ ἔπεμπε Μύρσον τὸν Γύγεω ἄνδρα Λυδὸν ἐς Σάμον ἀγγελίην φέροντα, μαθὼν τοῦ Πολυκράτεος τὸν νόον.
Now Oroetes, who was established in Magnesia, situated above the river Maeander, sent Myrsus, the son of Gyges, a Lydian, to Samos bearing a message, having learned the mind of Polycrates.
§3.122.2Πολυκράτης γὰρ ἐστὶ πρῶτος τῶν ἡμεῖς ἴδμεν Ἑλλήνων ὃς θαλασσοκρατέειν ἐπενοήθη, πάρεξ Μίνωός τε τοῦ Κνωσσίου καὶ εἰ δή τις ἄλλος πρότερος τούτου ἦρξε τῆς θαλάσσης· τῆς δὲ ἀνθρωπηίης λεγομένης γενεῆς Πολυκράτης πρῶτος, ἐλπίδας πολλὰς ἔχων Ἰωνίης τε καὶ νήσων ἄρξειν.
For Polycrates is the first of the Greeks whom we know to have conceived the design of gaining the empire of the sea, except for Minos of Knossos and any other who may have ruled the sea before him; but of the so-called human generation Polycrates was the first, having great hopes that he would rule over Ionia and the islands.
§3.122.3μαθὼν ὦν ταῦτά μιν διανοεύμενον ὁ Ὀροίτης πέμψας ἀγγελίην ἔλεγε τάδε. Ὀροίτης Πολυκράτεϊ ὧδε λέγει. πυνθάνομαι ἐπιβουλεύειν σε πρήγμασι μεγάλοισι, καὶ χρήματά τοι οὐκ εἶναι κατὰ τὰ φρονήματα.
Having learned, therefore, that he was intending these things, Oroetes sent a messenger and said as follows: "Oroetes speaks thus to Polycrates: I understand that you are planning great things, but that you have not money answerable to your thoughts.
σύ νυν ὧδε ποιήσας ὀρθώσεις μὲν σεωυτόν, σώσεις δὲ καὶ ἐμέ· ἐμοὶ γὰρ βασιλεὺς Καμβύσης ἐπιβουλεύει θάνατον, καί μοι τοῦτο ἐξαγγέλλεται σαφηνέως.
Now, therefore, if you do as follows, you will raise up yourself and also save me; for King Cambyses is plotting death against me, and this is clearly reported to me.
§3.122.4σύ νυν ἐμὲ ἐκκομίσας αὐτὸν καὶ χρήματα, τὰ μὲν αὐτῶν αὐτὸς ἔχε, τὰ δὲ ἐμὲ ἔα ἔχειν· εἵνεκέν τε χρημάτων ἄρξεις ἁπάσης τῆς Ἑλλάδος.
Do you, then, rescue me myself and my money, and keep part of it for yourself, and let me keep the rest; and by means of this money you will rule over all Greece.
εἰ δέ μοι ἀπιστέεις τὰ περὶ τῶν χρημάτων, πέμψον ὅστις τοι πιστότατος τυγχάνει ἐών, τῷ ἐγὼ ἀποδέξω.
But if you disbelieve me concerning the money, send whoever happens to be your most trusted servant, to whom I will show it."