§2.3.1κατὰ μὲν δὴ τὴν τροφὴν τῶν παίδων τοσαῦτα ἔλεγον, ἤκουσα δὲ καὶ ἄλλα ἐν Μέμφι ἐλθὼν ἐς λόγους τοῖσι ἱρεῦσι τοῦ Ἡφαίστου.
Concerning the rearing of the children, they said this much, and I also heard other things in Memphis when I entered into conversation with the priests of Hephaestus.
καὶ δὴ καὶ ἐς Θήβας τε καὶ ἐς Ἡλίου πόλιν αὐτῶν τούτων εἵνεκεν ἐτραπόμην, ἐθέλων εἰδέναι εἰ συμβήσονται τοῖσι λόγοισι τοῖσι ἐν Μέμφι· οἱ γὰρ Ἡλιοπολῖται λέγονται Αἰγυπτίων εἶναι λογιώτατοι.
Indeed, I also turned my steps to Thebes and to Heliopolis for this very purpose, wishing to know if they would agree with the accounts given in Memphis; for the Heliopolitans are said to be the most learned of the Egyptians.
§2.3.2τὰ μέν νυν θεῖα τῶν ἀπηγημάτων οἷα ἤκουον οὐκ εἰμὶ πρόθυμος ἐξηγέεσθαι, ἔξω ἢ τὰ οὐνόματα αὐτῶν μοῦνον, νομίζων πάντας ἀνθρώπους ἴσον περὶ αὐτῶν ἐπίστασθαι· τὰ δʼ ἂν ἐπιμνησθέω αὐτῶν, ὑπὸ τοῦ λόγου ἐξαναγκαζόμενος ἐπιμνησθήσομαι.
Now, as for the divine matters of the stories which I heard, I am not eager to relate them, except only their names, since I believe that all men have equal knowledge about them; but whatever of them I do mention, I shall mention only because I am compelled by the course of my narrative.