§2.130.1αὕτη ὦν ἡ βοῦς γῇ οὐκ ἐκρύφθη, ἀλλʼ ἔτι καὶ ἐς ἐμὲ ἦν φανερή, ἐν Σάι μὲν πόλι ἐοῦσα, κειμένη δὲ ἐν τοῖσι βασιληίοισι ἐν οἰκήματι ἠσκημένῳ·
This cow, then, was not buried in the earth, but was still visible even down to my own time, being in the city of Sais, and placed in a richly adorned chamber in the palace.
θυμιήματα δὲ παρʼ αὐτῇ παντοῖα καταγίζουσι ἀνὰ πᾶσαν ἡμέρην, νύκτα δὲ ἑκάστην πάννυχος λύχνος παρακαίεται.
Beside her they burn all kinds of incense every day, and every night a lamp burns beside her all night long.
§2.130.2ἀγχοῦ δὲ τῆς βοὸς ταύτης ἐν ἄλλῳ οἰκήματι εἰκόνες τῶν παλλακέων τῶν Μυκερίνου ἑστᾶσι, ὡς ἔλεγον οἱ ἐν Σάι πόλι ἱρέες·
Near this cow, in another chamber, stand images of the concubines of Mycerinus, as the priests in the city of Sais said.
ἑστᾶσι μὲν γὰρ ξύλιναι κολοσσοί, ἐοῦσαι ἀριθμὸν ὡς εἴκοσι μάλιστά κῃ, γυμναὶ ἐργασμέναι· αἵτινες μέντοι εἰσί, οὐκ ἔχω εἰπεῖν πλὴν ἢ τὰ λεγόμενα.
For there stand wooden colossal statues, being about twenty in number, fashioned naked; who they actually are, however, I am not able to say, except for what is told.