§1.43.1τοιούτοισι ἐπείτε οὗτος ἀμείψατο Κροῖσον, ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί.
When he had answered Croesus with these words, they set out after this, equipped with chosen young men and dogs.
ἀπικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτεον τὸ θηρίον, εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον.
Having arrived at Mount Olympus, they searched for the wild beast, and when they found it and stood around it in a circle, they cast their spears at it.
§1.43.2ἔνθα δὴ ὁ ξεῖνος, οὗτος δὴ ὁ καθαρθεὶς τὸν φόνον, καλεόμενος δὲ Ἄδρηστος, ἀκοντίζων τὸν ὗν τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τοῦ Κροίσου παιδός.
Thereupon, the stranger—the very one who had been cleansed of the murder, namely Adrastus—while casting his spear at the boar, missed it, but struck the son of Croesus.
§1.43.3ὃ μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην, ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός, ἀπικόμενος δὲ ἐς τὰς Σάρδις τὴν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ.
The son, struck by the spearpoint, fulfilled the prophecy of the dream; and someone ran to report what had happened to Croesus, and having arrived at Sardis, he made known to him the battle and the fate of his son.