§1.135.1ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα.
The Persians welcome foreign customs more than any other people.
καὶ γὰρ δὴ τὴν Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι, καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας·
Indeed, they wear the Median dress, thinking it to be more beautiful than their own, and in war they use Egyptian breastplates.
καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι, καὶ δὴ καὶ ἀπʼ Ἑλλήνων μαθόντες παισὶ μίσγονται.
They also practice all kinds of luxury when they hear of them, and moreover, having learned it from the Greeks, they have intercourse with boys.
γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας, πολλῷ δʼ ἔτι πλεῦνας παλλακὰς κτῶνται.
Each of them marries many wedded wives, and they keep a far greater number of concubines.