§2.6.1τοῦτο δὲ ποιήσαντες ἔς τε τὰς Ἀθήνας ἄγγελον ἔπεμπον καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Θηβαίοις, τά τε ἐν τῇ πόλει καθίσταντο πρὸς τὰ παρόντα ᾗ ἐδόκει αὐτοῖς.
Having done this, they sent a messenger to Athens and restored the dead to the Thebans under a truce, and they settled the affairs in the city according to the present situation as seemed best to them.
§2.6.2τοῖς δ’ Ἀθηναίοις ἠγγέλθη εὐθὺς τὰ περὶ τῶν Πλαταιῶν γεγενημένα, καὶ Βοιωτῶν τε παραχρῆμα ξυνέλαβον ὅσοι ἦσαν ἐν τῇ Ἀττικῇ καὶ ἐς τὴν Πλάταιαν ἔπεμψαν κήρυκα, κελεύοντες εἰπεῖν μηδὲν νεώτερον ποιεῖν περὶ τῶν ἀνδρῶν οὓς ἔχουσι Θηβαίων, πρὶν ἄν τι καὶ αὐτοὶ βουλεύσωσι περὶ αὐτῶν· §2.6.3οὐ γὰρ ἠγγέλθη αὐτοῖς ὅτι τεθνηκότες εἶεν.
Meanwhile, the news of what had happened at Plataea was immediately brought to the Athenians, and they at once arrested all the Boeotians who were in Attica and sent a herald to Plataea, bidding him tell them to do nothing rash regarding the Theban prisoners they held, until they themselves should also take some counsel concerning them; for they had not been informed that they were already dead.
ἅμα γὰρ τῇ ἐσόδῳ γιγνομένῃ τῶν Θηβαίων ὁ πρῶτος ἄγγελος ἐξῄει, ὁ δὲ δεύτερος ἄρτι νενικημένων τε καὶ ξυνειλημμένων· καὶ τῶν ὕστερον οὐδὲν ᾔδεσαν.
For the first messenger had set out just as the entry of the Thebans was taking place, and the second when they had just been defeated and captured; and of subsequent events they knew nothing.
οὕτω δὴ οὐκ εἰδότες οἱ Ἀθηναῖοι ἐπέστελλον· ὁ δὲ κῆρυξ ἀφικόμενος ηὗρε τοὺς ἄνδρας διεφθαρμένους.
Thus, in their ignorance, the Athenians sent these instructions; but when the herald arrived, he found the men already put to death.
§2.6.4καὶ μετὰ ταῦτα οἱ Ἀθηναῖοι στρατεύσαντες ἐς Πλάταιαν σῖτόν τε ἐσήγαγον καὶ φρουροὺς ἐγκατέλιπον, τῶν τε ἀνθρώπων τοὺς ἀχρειοτάτους ξὺν γυναιξὶ καὶ παισὶν ἐξεκόμισαν.
After this, the Athenians marched to Plataea, brought in food, left a garrison, and evacuated the least useful of the people together with their women and children.