Humanitext Reader

荷马诗颂 · 荷马诗颂 3:致阿波罗 §1-69

赞颂阿波罗与勒托寻访提洛岛

第 1 段,共 8 段 · 希腊语

内容简介

本节描绘了阿波罗诞生时众神的敬畏,母亲勒托为寻找其出生地而遍历诸方的艰难历程,以及她最终抵达提洛岛并与该岛就建立神殿进行的对话。

§1μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, §2ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα· §3καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο §4πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
我将记起,并且不会忘记那远射的神明阿波罗,众神在他穿过宙斯的殿堂时,都因他而战栗;的确,当他走近时,他们全都从座位上跃起,此时他正拉紧他那光辉的弓。
§5Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, §6ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, §7καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα §8τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο §9πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα.
唯有勒托留在喜爱雷电的宙斯身旁,是她解下了他的弓,闭合了箭筒,并用双手从他强健的双肩上取下它们,将弓挂在他人父亲的柱子上,挂在一个黄金的挂钩上;随后她引导他走向王座,让他坐下。
§10τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ §11δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι §12ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ, §13οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
父亲用金杯将神酿赐予他,欢迎他亲爱的儿子;接着,其他神明也在那里坐下;而高贵的勒托心中欢喜,因为她生下了一个强健的、手持弓箭的儿子。
§14χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, §15Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, §16τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, §17κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, §18ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.
欢欣吧,幸福的勒托,因为你生下了显赫的儿女,君王阿波罗和喜爱箭术的阿耳忒弥斯,她在俄耳堤癸亚,而他在崎岖的提洛,倚靠着高山和昆托斯的山冈,极靠近一棵棕榈树,在伊诺波斯的溪流旁。
§19πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
我该如何歌颂你,你这位在各方面都极值得赞美的人?
§20πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς, §21ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους· §22πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι §23ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες §24ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
因为,福玻斯啊,歌唱的路径已在各处为你铺就,无论是在养育牛犊的大陆,还是在群岛上;所有的观景处、高耸山峰的险峻峰峦、奔流入海的江河、倾斜向海洋的海岸以及大海的港口都令你欢喜。
§25ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, §26κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, §27Δήλῳ ἐν ἀμφιρύτῃ;
或者,我是否该歌唱勒托如何最初生下你,作为凡人的喜悦,倚靠着昆托斯山,在崎岖的岛上,在环流的提洛?
ἑκάτερθε δὲ κῦμα κελαινὸν §28ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, §29ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
两旁黑色的波涛在尖锐的风声中向着陆地涌起,你从那里起步,统治着所有的凡人。
§30ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν §31νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια, §32Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος §33Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα §34Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα, §35Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, §36Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα §37Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, §38καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, §39παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα §40καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ §41καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα §42Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, §43καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα §44Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
凡是克里特岛所包容之地,以及雅典的领地,埃癸那岛,和以船只闻名的优波亚,埃阶、培雷斯亚和临海的培帕雷托斯,色雷斯的阿索斯山,和培利翁的高耸山巅,色雷斯的萨摩斯,和伊达的阴暗群山,斯库罗斯、珀卡亚和奥托卡内的陡峭山峰,建造良好的伊姆布罗斯和烟雾弥漫的莱姆诺斯,圣洁的莱斯博斯,埃俄罗斯之子马卡尔的居所,以及海中最富庶的岛屿希俄斯,崎岖的米马斯和科律科斯的高耸山巅,辉煌的克拉罗斯和埃萨革埃的陡峭山峰,水流充沛的萨摩斯和米卡勒的险峻山巅,米利都、科斯,美罗普斯人的城市,陡峭的克尼多斯和风大作的喀帕苏斯,纳克索斯、帕罗斯,以及多岩石的勒奈亚。
§45τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, §46εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
勒托在阵痛中走了这么远的路,寻找是否有哪片土地愿意为她的儿子建造住所。
§47αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη §48Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα· §49πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ §50καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· §51<milestone type="startquote" δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο, §52Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, — §53ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει· §54οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον, §55οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις.
但她们都极度战栗和害怕,没有一个敢于接纳福玻斯,即使她自己更为富庶;直到高贵的勒托终于踏上了提洛岛,并向她发问,说出如翼的言语: “提洛啊,若你愿意成为我儿子的居所,福玻斯·阿波罗的居所,并在你这里建造一座丰裕的神殿,—— 绝无他人会触碰你,也绝不会忽视你;我并不认为你会富于牛羊,你也不会带来葡萄的丰收,更不会长出无数的植物。
§56εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, §57ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας §58ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
但若你拥有远射的阿波罗的神殿,所有的人都会为你送来百牛大祭,聚集在这里,而祭肉的无尽香气将永远向上升腾。
§59δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι §60χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας. <milestone type="endquote"
你将供养那些占有你的人,依靠他人的手,因为你的土地之下没有肥沃的土壤。
§61ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα· §62<milestone type="startquote" Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο, §63ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος §64δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς §65ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
” 她这样说;提洛满心欢喜,回答说道: “勒托,伟大的科俄斯的高贵女儿,我将十分乐意地接纳这位远射君王的诞生;因为我在凡人之中的确名声极坏;但若是这样,我将会变得极其尊贵。
§66ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω· §67λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα §68ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
然而,勒托,我害怕这个预言,我不想对你隐瞒;因为他们说,阿波罗将会成为一个极其傲慢的人,并将在神明中以及在赐予生命的土地上的死凡人中行使巨大的统治。
§69καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.

词汇与语法注释

  1. §1μνήσομαι οὐδὲ λάθωμαι — 直陈语气将来时(μνήσομαι)与表示强烈否定的不定过去时虚拟语气(οὐδὲ λάθωμαι)并列。否定小词 οὐδὲ 与虚拟语气连用,表达未来的坚定意志:“绝不会忘记”。
  2. §3ἐρχομένοιο — 属格绝对分词短语,逻辑主语为阿波罗(前句中的 ὅν)。作为时间状语从句(“当他走近时”),解释众神起立的原由。
  3. §19ὑμνήσω — 第一人称单数不定过去时虚拟语气,用于表达自问或审议(审议虚拟语气),展示叙事者对于如何赞美神明的探索:“我该如何歌颂你?”
  4. §46εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι — 使用祈愿语气(θέλοι)的从属子句,被解释为表示期待或尝试的间接疑问句(“寻找是否有哪片土地愿意……”)。由于时态一致,它在过去时主句动词 ἵκετο(不定过去时)之后使用了祈愿语气。
  5. §59βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι — 关系代词引导的从句(οἵ κέ σʼ ἔχωσι,“占有你的人/你的居民”)作及物动词 βοσκήσεις(“你将供养”)的直接宾语。这表达了一种反差式的恩惠:提洛岛虽不毛,却能通过外来供物供养本岛居民。

引用这一段

荷马诗颂, 荷马诗颂 3:致阿波罗 §1-69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg003.humanitext-grc2:1-69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。