- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.74-11.86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录了尼卡科斯二世嘲讽耳背老妪滑稽误听的短诗,卢基利乌斯讽刺被打得面目全非或在家饱受悍妻痛击的拳手与从未伤人的拳手,以及几位嘲弄动作奇慢无比的赛跑选手的讽刺诗。
Nicarchus II τὴν δύσκωφον γραῖαν, Ὀνήσιμε, πρὸς Διός, ἔξω ἔκβαλε· πολλὰ λίην πράγματά μοι παρέχει. ἢν αὐτῇ τυροὺς ἁπαλοὺς εἴπωμεν ἐνέγκαι, οὐ τυρούς, πυροὺς δʼ ἔρχετʼ ἔχουσα νέους. πρῴην τὴν κεφαλὴν ἐπόνουν, καὶ πήγανον αὐτὴν ᾔτουν ἡ δʼ ἔφερεν τήγανον ὀστράκινον. ἂν † ὀπὸν αἰτήσω, δοκὸν εἰσφέρει· ἄν, λάχανόν μοι. εἴπω δὸς πεινῶν, εὐθὺ φέρει λάσανον. ὄξος ἐὰν αἰτῶ, τόξον φέρει· ἂν δέ γε τόξον, ὄξος· ὅλως δʼ ὃ λέγω οὔποτʼ ἐπαισθάνεται. αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι,1 καὶ μελετᾶν ἔξω, νυκτὸς ἐγειρόμενον.
尼卡科斯二世 看在宙斯的份上,俄涅西穆斯,把那个全聋的老太婆 赶出门去吧;她给我添了太多麻烦。 若我们吩咐她拿些嫩奶酪来,她拿来的 不是奶酪,而是新收的麦子。 前几天我头痛,向她要芸香, 她却拿来一只陶制煎锅。 我若要无花果汁,她便扛来大梁;我若饥饿, 说‘给我些蔬菜’,她立即端来便壶。 我若要醋,她端来弓;若要弓, 她端来醋;总而言之,她全然不知我说些什么。 为这老太婆的缘故,我竟然不得不充当传令官, 夜半起身在屋外练习高呼,这实在令人汗颜。
Lucillius οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ, ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα· εἶτʼ ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα, ὥστʼ ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος· εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ, καὶ κέκριτʼ ἀλλότριος, μηδὲν ὅμοιον ἔχων.
卢基利乌斯 奥古斯都啊,如今成这副模样的奥林匹科斯,往昔也曾拥有 鼻子、下巴、眉毛、可爱的耳朵与眼睑; 后来他登记做了拳击手,便将这一切尽数丧失, 以致连他父亲的遗产份额都无法分得; 因为他的兄弟出示了他的画像, 由于毫无相像之处,他被裁定为外人。
Lucillius ῥύγχος ἔχων τοιοῦτον, Ὀλυμπικέ, μήτʼ ἐπὶ κρήνην ἔλθῃς, μήτʼ ἐνόρα πρός τι διαυγὲς ὕδωρ. καὶ σὺ γάρ, ὡς Νάρκισσος, ἰδὼν τὸ πρόσωπον ἐναργές, τεθνήξῃ, μισῶν σαυτὸν ἕως θανάτου,
卢基利乌斯 顶着这样一副嘴脸,奥林匹科斯啊,切莫前往泉水边, 亦不要凝视任何清澈的水流; 否则你也会如那喀索斯一般,看清自己的面容, 因厌恶自己至极而死去。
Lucillius Εἰκοσέτους σωθέντος Ὀδυσσέος εἰς τὰ πατρῷα ἔγνω τὴν μορφὴν Ἄργος ἰδὼν ὁ κύων· ἀλλὰ σὺ πυκτεύσας, Στρατοφῶν, ἐπὶ τέσσαρας ὥρας, οὐ κυσὶν ἄγνωστος, τῇ δὲ πόλει γέγονας. ἢν ἐθέλῃς τὸ πρόσωπον ἰδεῖν ἐς ἔσοπτρον ἑαυτοῦ, οὐκ εἰμὶ Στρατοφῶν , αὐτὸς ἐρεῖς ὀμόσας.
卢基利乌斯 奥德修斯历经二十年安然归回家园时, 他的猎犬阿尔戈斯一见便认出了他的身形; 而你,斯特拉托丰,不过打了四个小时的拳击, 不仅犬类,就连全城的人都认不出你了。 你若想在镜中照见自己的面容, 你自己都会起誓说:‘我绝不是斯特拉托丰。’
Lucillius κόσκινον ἡ κεφαλή σου, Ἀπολλόφανες, γεγένηται, ἢ τῶν σητοκόπων βιβλαρίων τὰ κάτω· ὄντως μυρμήκων τρυπήματα λοξὰ καὶ ὀρθά, γράμματα τῶν λυρικῶν Λύδια καὶ Φρύγια. πλὴν ἀφόβως πύκτευε· καὶ ἢν τρωθῇς γὰρ ἄνωθεν, ταῦθʼ ὅσ’ ἔχεις, ἕξεις· πλείονα δʼ οὐ δύνασαι.
卢基利乌斯 阿波罗法涅斯啊,你的脑袋已变成了筛子, 或是被虫蛀烂的手卷边缘; 真像蚂蚁纵横穿凿的巢穴, 宛如抒情诗的吕底亚与弗里吉亚音符。 不过你尽管无所畏惧地打拳吧;因为纵然头顶再度受伤, 你也不过保住现有的伤痕,绝不可能平添更多了。
Lucillius πύκτης ὢν κατέλυσε Κλεόμβροτος· εἶτα γαμήσας ἔνδον ἔχει πληγῶν Ἴσθμια καὶ Νέμεα, γραῦν μαχίμην, τύπτουσαν Ὀλύμπια, καὶ τὰ παρʼ αὐτῷ μᾶλλον ἰδεῖν φρίσσων ἤ ποτε τὸ στάδιον. ἂν γὰρ ἀναπνεύσῃ, δέρεται τὰς παντὸς ἀγῶνος πληγάς, ὡς ἀποδῷ· κἂν ἀποδῷ, δέρεται.2
卢基利乌斯 克莱翁布罗托斯退出了拳击手生涯;后来成了婚, 却在家里领教了击打的伊斯特米亚和涅墨亚赛会—— 一个好斗的老妇,施以奥林匹克式的重击,以致他望见家中景象 比往昔望见竞技场还要胆战心惊。 他若喘上一口气,便要承受整场比赛的 击打,直到他交出回报(或行房事);即便交出了,依然挨揍。
Lucillius οἱ συναγωνισταὶ τὸν πυγμάχον ἐνθάδʼ ἔθηκαν Ἆπιν οὐδένα γὰρ πώποτʼ ἐτραυμάτισεν.
卢基利乌斯 同行竞技者们在此处立起了拳手阿皮斯的雕像; 因为他从未击伤过任何人。
Lucillius πᾶσαν ὅσαν Ἕλληνες ἀγωνοθετοῦσιν ἅμιλλαν πυγμῆς, Ἀνδρόλεως πᾶσαν ἀγωνισάμαν ἔσχον δʼ ἐν Πίσῃ μὲν ἓν ὠτίον, ἐν δὲ Πλαταιαῖς ἓν βλέφαρον· Πυθοῖ δʼ ἄπνοος ἐκφέρομαι· Δαμοτέλης δʼ ὁ πατὴρ καρύσσετο σὺν πολιήταις ἆραί με σταδίων ἢ νεκρὸν ἢ κολοβόν.
卢基利乌斯 凡希腊人所设立的拳击赛会, 我安德罗莱奥斯每一场都曾参与争雄; 在比萨我〔只〕留有一只耳朵,在普拉泰亚 〔只〕留有一只眼睑;在皮托我气绝身亡般被抬出场外; 我的父亲达莫忒勒斯随同城邦公民被传令官传唤, 来把我这具尸体或残躯从竞技场上抬走。
Nicarchus II εἰς δρομέας πέντε μετʼ ἄλλων Χάρμος ἐν Ἀρκαδίᾳ δολιχεύων, θαῦμα μέν, ἀλλʼ ὄντως ἕβδομος ἐξέπεσεν. ἓξ ὄντων , τάχʼ ἐρεῖς, πῶς ἕβδομος; εἷς φίλος αὐτοῦ, θάρσει, Χάρμε, λέγων, ἦλθεν ἐν ἱματίῳ. ἕβδομος οὖν οὕτω παραγίνεται· εἰ δʼ ἔτι πέντε εἶχε φίλους, ἦλθʼ ἄν, Ζωίλε, δωδέκατος.
尼卡科斯二世《致跑者》 卡尔莫斯与其余五人在阿卡迪亚角逐长跑, 怪异的是,然而千真万确,他竟落得第七名。 你定会问:‘既然只有六人,怎会有第七名?’原来他的一个朋友 身披斗篷跑来,口中高喊:‘卡尔莫斯,鼓起勇气!’ 于是他便成了第七名;倘若他还有五个 朋友,佐伊卢斯啊,他定会跑成第十二名。
Lucillius τὸν σταδιῆ πρῴην Ἐρασίστρατον ἡ μεγάλη γῆ, πάντων σειομένων, οὐκ ἐσάλευσε μόνον.
卢基利乌斯 日前大地震颤、万物摇撼之际, 唯独短跑选手埃拉西斯特拉托斯一人,大地未能将其撼动半分。
Lucillius οὔτε τάχιον ἐμοῦ τις ἐν ἀντιπάλοισιν ἔπιπτεν, οὔτε βράδιον ὅλως ἔδραμε τὸ στάδιον δίσκῳ μὲν γὰρ ὅλως οὐδʼ ἤγγισα, τοὺς δὲ πόδας μου ἐξᾶραι πηδῶν ἴσχυον οὐδέποτε· κυλλὸς δʼ ἠκόντιζεν ἀμείνονα· πέντε δʼ ἀπʼ ἄθλων πρῶτος ἐκηρύχθην πεντετριαζόμενος,3
卢基利乌斯 在对阵的对手中,没有人比我倒下得更快, 亦无人跑完赛场比我更加迟缓; 因为我连铁饼都全然未曾靠近,跳跃时 我从未能将双脚抬离地面; 跛子投枪都比我更出色;五项运动下来, 我作为五战全败之人第一个被宣告出局。
Lucillius νύκτα μέσην ἐποίησε τρέχων ποτὲ Μάρκος ὁπλίτης, ὥστʼ ἀποκλεισθῆναι πάντοθε τὸ στάδιον. οἱ γὰρ δημόσιοι κεῖσθαί τινα πάντες ἔδοξαν ὁπλίτην τιμῆς εἵνεκα τῶν λιθίνων. καὶ τί γάρ; εἰς ὥρας ἠνοίγετο· καὶ τότε Μάρκος ἦλθε, προσελλείπων τῷ σταδίῳ στάδιον.4
卢基利乌斯 重装步兵跑者马尔库斯有一次跑到了半夜, 以致竞技场四处皆被锁闭; 因为公职看守们皆以为,那是为表彰荣誉 而安置在此的一座石雕重装步兵像。 后来怎样呢?到了来年〔竞技场〕开启;就在那时马尔库斯 终于跑来,距离终点整整差了一个赛场的距离。
Anonymi Epigrammatici τὸ στάδιον Περικλῆς εἴτʼ ἔδραμεν, εἴτʼ ἐκάθητο, οὐδεὶς οἶδεν ὅλως· δαιμόνιος βραδυτής. ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασι, καὶ στεφανοῦτο ἄλλος, καὶ Περικλῆς δάκτυλον οὐ προέβη.
佚名 伯里克利究竟是在跑道上奔跑,还是坐在原地, 根本无人知晓:真乃神乎其技的缓慢! 起跑绳的声响仍在耳畔,他人已然戴上桂冠, 而伯里克利连一指之宽也未曾挪动。
- 11.74αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι
非人称形容词 αἰσχρόν 省略了 ἐστί,其后带受格不定式结构(με ... γενέσθαι καὶ μελετᾶν)作为真正主语。τῆς γραὸς ... χάριν 为带属格的介词性短语,表示原因(“为了/由于那老妇的缘故”)。
- 11.79ὡς ἀποδῷ· κἂν ἀποδῷ, δέρεται
连词 ὡς 搭配动词 ἀποδίδωμι 的不定过去时虚拟式 ἀποδῷ,引导目的从句(“以便他回击/偿还/履行夫妻义务”)。随后的 κἂν 为 καὶ ἐάν 的缩略,引导让步条件句(“即使他偿还了”),修饰主动词 δέρεται。
- 11.84πεντετριαζόμενος
罕见的幽默复合分词,由 πέντε(五)与 τριάζω(源自摔跤术语,意为“被击倒三次而彻底落败”)复合而成,诙谐地指在五项全能比赛的全部五项中皆遭淘汰或彻底惨败。
- 11.85προσελλείπων τῷ σταδίῳ στάδιον
复合动词 προσελλείπω(额外短缺)的句法结构。与格 τῷ σταδίῳ 与前缀 προσ- 呼应,表示参照的基准(“相对于赛场[的长度]”),而受格 στάδιον 则表示短缺的程度或距离(“差了整整一个赛场的距离”)。
