- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.563-9.574
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题辞涵盖了无花果树向德谟克利特的呼告、春日忙碌的蜜蜂、卡利马科斯论诗艺的纯粹与戏剧赛事的胜败、名妓安提奥狄米斯的娇柔风姿、遭遇尼罗河水患破产的老农的悲叹、恩培多克勒自述灵魂转世与成神、菲洛德谟对爱欲与死亡的咏唱、对九大抒情诗人及萨福的赞颂、卢基利乌斯讽刺性致谢尼禄的序诗、对寄食者谄媚行径的鞭笞,以及阿纳克西斯自绝于悲惨人生的告白。
Leonidas τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς, ὤνθρωπʼ, ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος, ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδη κείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους· σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρην ἀβλήτου χρῄζει δρέψαι ἀπʼ ἀκρεμόνος.
莱奥尼达斯 朋友啊,你若在何处撞见嗜果的德谟克利特,请向他转达这句轻捷的话语:结着白果的我如今已至盛季,正为他挂满无需烹调的无花果佳品;让他快来吧,因为我的立足之处并不坚牢,倘若他当真渴望从未遭采折的枝头摘取果实。
Nicias Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα ξουθά, ἐφʼ ὡραίοις ἄνθεσι μαινομένα, χῶρον ἐφʼ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ, ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.
尼基阿斯 金黄的蜜蜂啊,你昭示着斑斓多姿、含苞竞放的春天,在当季的花丛上痴迷沉醉,在芬芳四溢的原野上轻盈飞舞;去勤勉作工吧,好教你那蜡筑的巢室充盈满溢。
Callimachus ἦλθε Θεαίτητος καθαρὴν ὁδὸν εἰ δʼ ἐπὶ κισσὸν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίαν.
卡利马科斯 塞埃泰托斯走上了一条纯洁之道;巴克科斯啊,纵使这条道路并未通向属于你的常春藤冠,传令官们呼喊他人名号的时光不过转瞬即逝,而全希腊颂扬他智慧之声却将永垂不朽。
Callimachus μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ ῥῆσις ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται, πῶς ἔβαλες; φησί, σκληρὰ τὰ γιγνόμενα. τῷ μερμηρίξαντι τὰ μἤνδικα τοῦτο γένοιτο τοὖπος·1 ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
卡利马科斯 狄奥尼索斯啊,对于功成名就的诗人,言辞何其简短:他最长的词句不过是“我胜了!”然而对于未蒙你顺风相助之人,若有人问起“你结果如何?”,他便道:“世事艰难。”愿那费尽心机行不公裁决之人落得此言;而君王啊,请赐予我那短音节的断语。
Antipater ἡ καὶ ἔτʼ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων, ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου, Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης, ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν οὐ λάχεν ʽἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλἀ,2 Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι.
安提帕特 自幼便酣睡于紫红织毯之上、帕福斯女神的雏鸟、投出比睡眠更柔软销魂眼波的安提奥狄米斯,吕西斯的翡翠鸟,沉醉中令人欢悦的玩偶,生着如水般柔若无骨的双臂,独独她未曾分得一副硬骨(因为她全然如提篮中未凝之乳酪),如今跨海来到了意大利,为的是以她娇柔的魅力,让沉溺于战火与矛戟的罗马得以安歇。
Dioscorides αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς, Νεῖλε, μετʼ εἰκαίης ἐξεφόρησας ὁδοῦ. αὐτὸς δʼ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου ναυηγός, πάσης ἐλπίδος ὀλλυμένης, γείτονος ἡμίθραυστον ἐπʼ αὔλιον, “ὦ πολύς, εἴπας, μόχθος ἐμός, πολιῆς τʼ ἔργα περισσὰ χερός, ὕδωρ πᾶν ἐγένεσθε· τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς κῦμʼ ἐπʼ Ἀρισταγόρην ἔδραμε πικρότατον.”
狄奥斯科里代斯 暴涨莫测的尼罗河啊,你以盲目的浪潮卷走了阿里斯塔戈拉斯的农舍与家资。 这位老人在一切希望破灭之际,沦为自家田土上的落难溺水者,泅渡至邻人半坍的圈舍旁,叹道:“唉,我浩繁的辛劳,我白发之手所作的无数劳绩,皆化作了一汪流水;这在耕者眼中甘美的浪潮,倾泻在阿里斯塔戈拉斯身上,竟成了至极的苦涩。”
Empedocles ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε, θάμνος τʼ, οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς. ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετʼ ἀνʼ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετʼ· ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός, πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις,
恩培多克勒 因为我昔日曾作过少年,亦作过少女,作过灌木,作过飞鸟,以及从海中跃出的如火游鱼。 朋友们啊,你们居于金黄的阿克拉加斯河畔、城邦卫城的高处,心系善行,愿你们欢喜!在你们面前,我行止如一位不朽的神明,不再是凡夫俗子,受众人如其所当地尊崇,头戴饰带与繁茂的冠冕。
Philodemus Ξανθώ, κηρόπλαστε, μυρόχροε, μουσοπρόσωπε, εὔλαλε, διπτερύγων καλὸν ἄγαλμα Πόθων, ψῆλόν μοι χερσὶ δροσιναῖς μύρον· “ἐν μονοκλίνῳ δεῖ με λιθοδμήτῳ δή ποτε πετριδίῳ εὕδειν ἀθανάτως πουλὺν χρόνον” ᾆδε πάλιν μοι, Ξανθάριον, ναί, ναί, τὸ γλυκὺ τοῦτο μέλος. [οὐκ ἀίεις, ὤνθρωφʼ, ὁ τοκογλύφος; ἐν μονοκλίνῳ δεῖ σὲ βιοῦν αἰεί, δύσμορε, πετριδίῳ.] ˘
菲洛德谟 宛若蜡塑、香肌玉肤、貌若缪斯、语声婉转的克桑托啊,双翼爱欲之神的绝美华彩,请用你甘露般柔润的手为我弹奏香膏〔般的曲调〕吧。“在仅容单榻的石砌幽墓中,终有一日我将长眠不醒,历经漫漫岁月”——我的小克桑托啊,请再为我唱起这首甘美的歌谣,唱吧,唱吧! [放高利贷者啊,难道你未曾听闻?薄命之人啊,在仅容单榻的石砌幽墓中,你将永远度日!]
Anonymi Epigrammatici εἰς τοὺς ἐννέα λυρικούς ἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος· ἔπνεε τερπνὰ ἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω· λάμπει Στησίχορός τε καὶ Ἴβυκος· ἦν γλυκὺς Ἀλκμὰν λαρὰ δʼ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης· πειθὼ Ἀνακρείοντι συνέσπετο· ποικίλα δʼ αὐδᾷ Ἀλκαῖος † κύκνω Λέσβιος Αἰολίδι. ἀνδρῶν δʼ οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλʼ ἐρατειναῖς ἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται.
佚名题辞(题九位抒情诗人) 品达罗斯自忒拜发出了宏亮的洪音;西摩尼得斯的缪斯以甘美如饴的声音吐露着欢愉的韵律;斯忒西科罗斯与伊比科斯光芒四射;阿尔克曼温润动人,巴克基利得斯口中吐出悦人的词章;劝诱女神常伴阿那克里翁身旁;列斯堡的阿尔卡埃乌斯则以伊奥利亚的天鹅之调吟唱出千变万化的歌谣。萨福绝非九位男儿中的附庸,而是在可人的缪斯之中,被题名为第十位缪斯。
Lucillius “Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν ” ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος. μῆνιν ἄειδε, θεά, καὶ “ἄνδρα μοι ἔννεπε, Μοῦσα εἶπεν” Ὁμηρείῳ Καλλιόπη στόματι· κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλά τί γράψω, δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος; “Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην, εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.”3
卢基利乌斯 “让我们从赫利孔山的缪斯歌唱起”,相传赫西俄德牧羊时曾如此写道。“女神啊,请歌唱愤怒”,以及“缪斯啊,请为我述说那位英雄”,喀利俄佩借荷马之口道出这般诗句。而我也必须写下一篇引言;然而,当我开始出版第二卷书时,我究竟该写些什么?“奥林波斯的缪斯、宙斯的女儿们啊,若非凯撒·尼禄赐我铜钱,我断不可能保全性命。”
Ammianus μὴ σύ γʼ ἐπʼ ἀλλοτρίης, ὤνθρωφʼ, ἵζοιο τραπέζης, ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος, ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμα συγκλαίων, καὖθις σὺν γελόωντι γελῶν, οὔτε σύ γε κλαυθμοῦ κεχρημένος, οὔτε γέλωτος, καὶ κλαιωμιλίη, καὶ γελοωμιλίη.
阿米阿努斯 朋友啊,切莫落座于他人的宴席,以受辱的碎屑填喂你的肚肠,逢人哭泣蹙眉便随之陪哭,逢人欢笑便随之附笑;你自己本无哭笑之需,却不过是阿谀而哭、谄媚而笑罢。
Anonymi Epigrammatici Ἡμάξευσα καὶ αὐτὸς ὁ τρισδύστηνος Ἄναξις τοῦτον δύσζῳον κοὐ βίοτον βίοτον. οὐ μὴν πολλὸν ἐπὶ χρόνον ἤλασα· λὰξ δὲ πατήσας λυσσώδη ζωήν, ἤλυθον εἰς Ἀίδεω.
佚名题辞 我这极度不幸的阿纳克西斯,也曾亲自驾驭这艰辛而不可忍受的生命之车。然而我并未驰骋长久;我以足践踏这疯狂的生,径直步入了哈得斯的幽冥。
- 9.566τῷ μερμηρίξαντι τὰ μἤνδικα τοῦτο γένοιτο / τοὖπος
τῷ μερμηρίξαντι 是带冠词的不定过去时分词与格,指代“图谋不公评判之人”(即不公的戏剧裁判)。τοῦτο τοὖπος(τὸ ἔπος 的混成形式)指代前文落选者所说的怨言“σκληρὰ τὰ γιγνόμενα”(世事艰难)。搭配表示意愿的祈愿语气 γένοιτο,形成咒愿:“愿这句苦涩之言落到那策划不公之人头上”。
- 9.567ἣ μόνη ὀστοῦν / οὐ λάχεν ʽἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλἀ
用来极力夸饰安提奥狄米斯柔若无骨的曼妙身段。ἣ 引导的定语从句中,λάχεν 是 λαγχάνω 的无增音诗歌不定过去式。括号中的插入句 ἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλα(τὸ ἐν ταλάροισι 的混成)将她的身体比作“提篮中的新乳/乳酪”,形象地解释了她为何“仿若未曾分得骨头”。
- 9.572οὐκ ἂν ἐσώθην, / εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων
过去非真实条件句(反事实条件句)。条件从句由 εἰ μή 搭配直陈式不定过去时 ἔδωκε 构成,主句则由 ἄν 搭配直陈式不定过去时 ἐσώθην 构成。该句在语法上形成了强烈的滑稽讽刺效果:从庄严的史诗开篇呼告(“奥林波斯的缪斯啊……”)陡然跌落至“若非尼禄赐钱我断难活命”这一极其庸俗现实的结局。
