← 希腊诗选

希腊诗选 卷三

§9.436-9.441

通缉厄罗斯的布告与咏神像诸杂咏

本组诗篇包含叙拉古阿波罗神庙供奉基座的纪年铭文、向普里阿普斯祈求斩断情丝的田园诗、描绘蚂蚁以麦秆泛舟巧取蜂蜜的打油诗、对道旁遗弃头骨的生死省察、阿佛洛狄忒悬赏捉拿逃奴小爱神厄罗斯的布告,以及诗人在三叉路口与遭弃置的赫拉克勒斯铜像之间的夜半对话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
436

​Anonymi Epigrammatici ἐν Συρακούσαις ἐγράφησαν ἀρχαῖα τὠπόλλωνι τἀναθήματα ὑπῆρχεν ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι, τοῖς δʼ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδʼ ἐνιαυτοῖς·1 τοσσόσδʼ ἀριθμὸς ˘ ἐξέβη μετρούμενος..

无名氏(作于叙拉古) 献给阿波罗的供奉之物是古老的; 但这基座却比其中一些晚了二十年, 比另一些晚了七年,比另一些晚了五年,比另一些晚了十二年, 比又一些晚了二百年; 经测算得出的年数正是如此。

​Theocritus τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας, σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελές, αὐτόφλοιον, ἀνούατον· ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. ἕρκος δʼ εὐίερον περιδέδρομεν ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη· ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαι μέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα. ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳ εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,2 κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δʼ ἀνανεύῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν νεύοι δʼ εὐμενέως ὁ θεός.

忒奥克里托斯 牧羊人啊,当你转过长着橡树的那条小巷, 便会发现一尊新近雕凿的无花果木像, 三足,连带着树皮,全无耳朵;但凭借能够繁衍后代的 阳具,它足以施展库普里斯的作为。 神圣的围栏环绕着它,岩石间涌出的不息 细流,在月桂、香桃木与芳香的柏木间 向四方润泽葱茏;孕育葡萄串的葡萄藤在四周 舒展着带卷须的枝条;春日的乌鸫 以清脆的啼声唱响婉转多变的曲调; 黄褐色的夜莺亦以啁啾啼鸣相和, 从口中吐出如蜜般甘甜的歌声。 你且在那里坐下,向亲切的普里阿普斯祈求, 愿他让我断绝对达夫尼斯的恋慕, 并立即献祭一只俊美的羊羔;若他不肯允准, 一旦得偿此愿,我愿献上三重祭品: 我将奉上一头小母牛、一只毛糙的公山羊、以及我所养的 一头圈肥羊羔;愿神明仁慈地首肯垂听。

​Philippus Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκʼ ἔτενδε γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα, μηνίσας ὁ πρέσβυς, ἐς ὕδατα κρωσσὸν ἔβαψεν, ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν. οἱ δὲ νέας κάρφας ἀχυρίτιδας ἀντιφέροντες, αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν. ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας.

菲利普 刨土的蚂蚁,大地的行伍,当它们正在 吸食农夫那盛蜜之器中的甜美恩赐时, 老农大怒,将水罐浸入水中, 以为来自泥土的它们绝不会接近此处。 然而它们却反搬来麦秸当做舟楫, 亲自操舵朝着罐身飞奔而来。 这饥渴的口腹之欲,竟真能说服最微小的生灵, 化作从大地前往水仙女那里的最离奇的水手!

​Crinagoras βρέγμα πάλαι λαχναῖον, ἐρημαῖόν τε κέλυφος ὄμματος, ἀγλώσσου θʼ ἁρμονίη στόματος, ψυχῆς ἀσθενὲς ἕρκος., ἀτυμβεύτου θανάτοιο λείψανον, εἰνόδιον δάκρυ παρερχομένων, κεῖσο πέλας πρέμνοιο παρʼ ἀτραπόν, ὄφρα μάθῃ τις ἀθρήσας, τί πλέον φειδομένῳ βιότου.

克里纳戈拉斯 昔日曾覆满毛发的颅骨啊,枯索空洞的 眼眶,以及失去了舌头的口部齿列, 灵魂那脆弱的藩篱,未获葬埋之死亡的 遗留残骸,令行路之人洒泪的道旁之物, 且横卧在小径旁的树桩近旁吧,好让路人 端详之后明白:苟惜生命对人能有何种裨益。

440

​Moschus ἔρως δραπέτης ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· “εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ. μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δʼ ἀγάγῃς νιν, οὐ γυμνὸν τὸ φίλαμα,3 τὺ δʼ, ὦ ξένε, καὶ πλέον ἑξεῖς. ἔστι δʼ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι4 μάθοις νιν. χρῶτα μὲν οὐ λευκός, πυρὶ δʼ εἴκελος· ὄμματα δʼ αὐτοῦ δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα· οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς, οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει. εὐπλόκαμον τὸ κάρανον ἔχει δʼ ἰταμὸν τὸ πρόσωπον. μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει· βάλλει δʼ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα. γυμνὸς μὲν τό γε σῶμα, νόος δʼ οἱ ἐμπεπύκασται· καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτʼ ἐπʼ ἄλλως ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δʼ ἄχρι φορεῖται· καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δʼ ἐντὶ τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει. πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει. ἢν τὺ γʼ ἕλῃς τῆνον, δήσας ἄγε, μηδʼ ἐλεήσῃς· κἢν ποτʼ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ· κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι, φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί. ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα, μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γάρ πυρὶ πάντα βέβαπται.”

莫斯库斯(逃亡的厄罗斯) 库普里斯高声呼唤着她的儿子厄罗斯: “若有人在三叉路口见到游荡的厄罗斯, 他便是我的逃奴;报信者将获得赏赐。 你的酬劳是库普里斯的一个吻;若你将他带来, 那吻便不仅是单个的吻,过路人啊,你将得到更多。 这孩童极其显眼:就算在二十人当中你也能立刻认出他来。 他的肤色并不苍白,而是如烈火一般;双目 敏锐且炽烈;胸怀歹意,言辞甜美; 因为他的心思与言语并不相符:声音宛如蜂蜜, 可一旦动怒,心肠便全无温情;他是骗子, 从不吐露实情,乃是一个狡猾的婴孩,玩弄残酷的把戏。 他头上梳着秀丽的鬈发,面容却极尽蛮横。 他的小手固然细小,却能射至远处; 一直射到阿刻戎河与冥府之王那里。 他的身体虽全然赤裸,心机却深藏不露; 他宛如飞鸟展开羽翼,频频飞扑于各处, 降临在男女之间,安居在人们的肺腑之上。 他持着一副极小的弓,弓上搭着一支箭; 他的箭矢虽小,却能直射至九天之上; 背上挂着金色的箭囊,囊中装有 苦毒的芦箭,连我也常被它们刺伤。 一切都极其残暴,一切皆然;而他的火把更甚, 虽是一支微小的火炬,却能点燃太阳本身。 你若抓住了他,就把他捆绑押来,切莫怜悯; 若见他哭泣,须防备他欺瞒于你; 若他嬉笑,你且强拉着他;若他想要吻你, 便须逃避:他的吻乃是祸端,唇边尽是毒鸩。 若他说:‘拿去吧,我将身上的武器全都赠送于你,’ 切莫碰触那些诱骗的赠物;因为它们无一不是在烈火中淬炼浸染。”

​Palladas τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα, τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον. ὀχθήσας δʼ ἄρʼ ἔειπον “Ἀλεξίκακε τρισέληνε, μηδέποθʼ ἡττηθείς, σήμερον ἐξετάθης.” νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς· καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.

帕拉达斯 我惊异于三叉路口那尊宙斯的青铜之子, 昔日人们向他祈祷,如今却被弃掷于道旁。 我激愤地说道:“在三度月光下诞生的禳灾之神啊, 从不曾受挫的你,今日竟被击倒在地。” 但在夜间,那神明站在我的身旁,微笑着对我说: “即便身为神明,我也学会了顺应时局。”

语法注4 条
  1. 9.436τοῖς μὲν εἴκοσι, τοῖς δʼ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδʼ ἐνιαυτοῖς

    τοῖς μέν ... τοῖς δέ 代指前述已有的各项奉纳品(ἀναθήματα),作为比较级 νεωτέρη 的比较对象;与其搭配的数词连同 ἐνιαυτοῖς 充当表示差额的与格(dative of measure of difference),意为“比某些……年轻/晚了二十年等”。

  2. 9.437ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους

    依赖于动词 εὔχου 的不定式从句。ἀποστέργω 意为“断绝对……的爱恋”,不定式的逻辑主语为宾格 με,宾语为 τοὺς Δάφνιδός ... πόθους(其中 Δάφνιδός 为宾格性属格),全句意为“祈求使我能断绝对达夫尼斯的恋情”。

  3. 9.440οὐ γυμνὸν τὸ φίλαμα

    省略系动词 ἐστί 的名词性谓语句:“这吻并非空洞单薄的(光是一个吻)”,与后句 τὺ δʼ, ὦ ξένε, καὶ πλέον ἑξεῖς(“你还将得到更多”)相呼应,表示奖赏远不止于一个普通的吻。

  4. 9.440ἐν εἴκοσι πᾶσι

    习惯表达,意为“在总共二十人之中”或“即便在整整二十人当中”(ἐν 搭配表示范围的与格),强调即便置身于众多人群之中,该孩童的特征也极为醒目,一眼即可辨认。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.436-9.441