- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.392-9.408
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
汇集了多首讽刺短诗与咏物言志之作:论及剧毒泉水、统治者的悖论与黄金的苦乐、讽喻奥德修斯思乡的逸话、逃出鸟网的鸣禽、手刃怯阵儿子的斯巴达母亲、在岸上焚毁的商船、赞美希帕蒂娅与书写器具、踏压葡萄、赞颂蜜蜂、为德鲁苏斯祈福、杯中银蛙、溺海夭亡的幼童,以及沦为荒岛的提洛之哀叹。
Anonymi Epigrammatici εἴ τις ἀπάγξασθαι μὲν ὀκνεῖ, θανάτου δʼ ἐπιθυμεῖ, ἐξ Ἱερᾶς Πόλεως ψυχρὸν ὕδωρ πιέτω.
佚名 若有人畏惧自缢,却又渴望死亡, 便让他痛饮圣城(希拉波利斯)的冷水吧。
Palladas οὐδεὶς καὶ καθαρὸς καὶ μείλιχος ἤλυθεν ἄρχων ἓν γὰρ ἑνὸς δοκέει δόγματος ἀντίπαλον τὸ γλυκὺ τοῦ κλέπτοντος, ὑπερφιάλου δὲ τὸ ἁγνόν. ὄργανα τῆς ἀρχῆς ταῦτα δύʼ ἐστὶ πάθη.
帕拉达斯 从未有一位执政官既清廉又温和; 因为一种品格似乎与另一种格格不入: 窃贼之和善,与傲慢者之清廉。 这二种情念正是统治的工具。
Palladas Χρυσέ, πάτερ κολάκων, ὀδύνης καὶ φροντίδος υἱέ, καὶ τὸ ἔχειν σε, φόβος· καὶ μὴ ἔχειν σ’, ὀδύνη.
帕拉达斯 黄金啊,谄媚者之父,痛苦与忧虑之子, 拥有你是恐惧,没有你则是痛苦。 帕拉达斯
Palladas ὡς οὐδὲν γλύκιον ἧς πατρίδος, εἶπεν Ὀδυσσεύς· ἐν γὰρ τοῖς Κίρκης ἔκχυτον οὐκ ἔφαγεν, οὗ μόνον εἰ καὶ καπνὸν ἀποθρῴσκοντʼ ἐνόησεν, εἶπεν ἂν οἰμώζειν καὶ δέκα Πηνελόπαις.1
“没有什么比自己的故土更为甜美,” 奥德修斯说道; 因为在喀耳刻家中他未曾尝过那糕点; 设若他仅仅得见从那糕点升腾的轻烟, 纵有十个佩涅洛佩,他也会叫她们统统见鬼去吧。
Paulus Silentiarius ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳ ἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας. καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος· ὠκὺ δʼ ἀπέπτα ἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας. ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸν Ἄρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης.
保卢斯·西伦蒂阿里乌斯 拂晓时分,一只鸣声婉转的乌鸫与一只鸫鸟 双双落入编织紧密的罗网那云一般的口袋。 那无可逃脱的圈套捉住了鸫鸟;但这热爱孤独的歌者 却迅疾飞离了捕鸟的陷阱。 诚然,想必是那热爱狩猎的三重有福的阿耳忒弥斯, 为了那善弄琴弦的乐声之主,解救了这歌唱的飞鸟。
Palladas φεῦγε Λάκων ποτὲ δῆριν ὑπαντιάσασα δὲ μήτηρ εἶπε, κατὰ στέρνων ἆορ ἀνασχομένη· “ζώων μὲν σέο μητρὶ διαμπερὲς αἶσχος ἀνάπτεις, καὶ κρατερῆς Σπάρτης πάτρια θεσμὰ λύεις· ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσω δύσμορος,2 ἀλλʼ ἐν ἐμῇ πατρίδι σῳζομένη.”
帕拉达斯 曾有一斯巴达人临阵脱逃;其母迎面相遇, 拔剑抵胸,说道: “你若苟活,便使你母亲蒙受永世的耻辱, 并废弃强盛斯巴达的祖训法令; 但若你死于我手,我虽将被称为命苦的母亲, 却在我的祖国保全了体面。”
Julianus ὁλκὰς ὕδωρ προφυγοῦσα πολυφλοίσβοιο θαλάσσης ἐν χθονὸς ἀγκοίναις ὤλετο μητριάσιν. ἱσταμένην γὰρ πυρσὸς ἐπέφλεγε· καιομένη δὲ δυσμενέων ὑδάτων συμμαχίην ἐκάλει.
尤利安努斯 一艘商船逃过了汹涌大海的波涛, 却在大地母亲的怀抱中陨落。 因其泊于陆上时遭烽火烈焰吞噬;在焚烧之中, 它竟向那宿敌的水流呼求援手。
Anonymi Epigrammatici ἠέλιον νίκησε τεὸς νόος ἡδὺ φαείνων, αἰὲν ἀπαστράπτων βροτοφεγγέα πάνσοφον αἴγλην, ἡδυφαῆ, χαρίεσσαν, ἀπαστράπτουσαν ἀλύπως.
佚名 你的心神以其甘美的照耀胜过了太阳, 始终闪烁着普照凡尘的万全智慧之光芒, 柔和明亮,优美动人,毫无哀戚地灼灼生辉。
Palladas ὅταν βλέπω σε, προσκυνῶ, καὶ τοὺς λόγους, τῆς παρθένου τὸν οἶκον ἀστρῷον βλέπων εἰς οὐρανὸν γάρ ἐστί σου τὰ πράγματα, Ὑπατία σεμνή, τῶν λόγων εὐμορφία, ἄχραντον ἄστρον τῆς σοφῆς παιδεύσεως.
帕拉达斯 每当我凝视你与你的言辞,我便肃然起敬, 宛如仰望室女座的星宿之宫; 因你的作为直通天宇, 尊贵的希帕蒂娅,言辞之盛美, 贤明学术之无瑕星辰。
Palladas ἡ φύσις ἐξεῦρεν, φιλίης θεσμοὺς ἀγαπῶσα, τῶν ἀποδημούντων ὄργανα συντυχίης, τὸν κάλαμον, χάρτην, τὸ μέλαν, τὰ χαράγματα, χειρός, σύμβολα τῆς ψυχῆς τηλόθεν ἀχνυμένης.
帕拉达斯 自然因热爱友谊的法则,为远居异乡者 创设了相通的器具: 芦苇笔、纸张、墨水、以及手写之字迹, 皆是自远方伤痛之灵魂的印记。
Hadrianus Imperator τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.
哈德良皇帝 那曾坐拥无数神殿之人,所受之墓穴竟是何其匮乏!
Quintus Maecius αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι, ληνοῦ λακτιστής, ἔργου δʼ ἡγέο νυκτερίου, λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείην λάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτων εὔγλωσσον δʼ ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶνας οἶνον ἐπὶ ψαιστοῖς καὶ λασίῃ χιμάρῳ,
昆图斯·梅基乌斯 君王啊,请你以敏捷的一跃亲自踏入,作为压榨之槽的 踩踏者,统领这夜间的劳作; 染白你骄傲的双足,系裙于敏捷的双膝之上, 抖擞侍奉者的舞蹈; 在麦饼与多毛的牝山羊祭前,福佑之主啊, 将巧言善辩的美酒导入空荡的酒缸之中。
Antiphilus ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν, κἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι, προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας, οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων, γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου. χαίροιτʼ εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε, αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες.
安提菲卢斯 啊,空中蜜蜂那自力营建的奔流何其优美, 那非经人手所造、天然凝结的房室, 乃赐予凡人生的无偿恩惠,既不需鹤嘴锄, 亦不需耕牛,更不需弯曲的镰刀, 只需一只小桶,蜜蜂便在其中 自小小的巢室涌流出甘美丰盛的汁液。 愿你们安好,圣洁之灵,在群花间放牧吧, 采集空灵甘露的飞翔工匠!
Diodorus Ἀδρήστειά σε δῖα, καὶ ἰχναίη σε φυλάσσοι παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις. δείδια σόν τε φυῆς ἐρατὸν τύπον, ἠδὲ σά, κοῦρε, δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης, καὶ σοφίην, καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, Δροῦσε, πέλειν μακάρων πευθόμεθʼ ἀθανάτων.
狄奥多洛斯 愿神圣的阿德剌斯忒亚与明察秋毫的处女涅墨西斯 守护你——她曾让众多狂妄者落空。 少年啊,我畏惧你天生可爱的容姿与你的智谋, 畏惧你绝妙的勇力气概, 以及你的智慧与周详的思虑。德鲁苏斯啊, 我们听闻,唯有极乐不死诸神方有如此子嗣。
Antigonus ἀργυρέη κρηνίς με, τὸν οὐκέτι μακρὰ βοῶντα βάτραχον, οἰνηραῖς ἔσχεν ὑπὸ σταγόσιν κεῖμαι δʼ ἐν Νύμφαις, κείναις φίλος, οὐδὲ Λυαίῳ ἐχθρός, ὑπʼ ἀμφοτέρων λουόμενος σταγόσιν. ὀψὲ ποτʼ εἰς Διόνυσον ἐκώμασα. φεῦ τίνες ὕδωρ πίνουσιν, μανίην σώφρονα μαινόμενοι.
安提戈诺斯 这银色的喷泉将我——这不再喧闹鸣叫的 青蛙——容留于美酒的滴流之下; 我卧于水仙女之间,得其喜爱,亦不被吕埃奥斯所厌弃, 沐浴于两者的甘霖之中。 迟迟地,我终得参与狄奥尼索斯的狂欢。哀哉,竟有人 饮水,怀揣着清醒的疯狂而发狂!
Antipater Δμώιον Ἱπποκράτευς ἔθανε βρέφος, ἐς πλατὺ πόντου χεῖλος γειτοσύνης ἑρπύσαν ἐκ καλύβης, πλεῖον ἐπεὶ μαζῶν ἔπιεν ποτόν. ἔρρε θάλασσα ἣ βρέφος ὡς μήτηρ ψεύσαο δεξαμένη.
安提帕特 希波克拉底的奴仆之婴夭亡了,它从邻近的 茅舍爬行至大海宽阔的边缘, 因饮下了比母乳更浩瀚的汁液。毁灭吧,大海, 你如母亲般接纳了婴儿,却将它欺骗!
Apollonides εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταις ἢ Λητοῖ στῆναι3 μαῖαν ἀλωομένῃ· οὐκ ἂν χητοσύνην τόσον ἔστενον. οἱ ἐμὲ δειλήν, ὅσσαις Ἑλλήνων νηυσὶ παραπλέομαι, δῆλος ἐρημαίη, τὸ πάλαι σέβας. ὀψέ πη Ἥρη Λητοῦς, ἀλλʼ οἰκτρὴν τήνδʼ ἐπέθηκε δίκην.
阿波罗尼德斯 但愿我仍在各样风暴中漂泊颠簸, 而不曾止步作为彷徨的勒托的接生之地; 我便不至为如今的荒凉如此哀叹。可怜的我啊, 有多少希腊战船只是自旁驶过, 将昔日备受尊崇的提洛视为荒岛!赫拉因勒托而起的报复 虽属迟来,却〔向我〕降下了这等凄惨的惩戒。
- 9.395οἰμώζειν καὶ δέκα Πηνελόπαις
短语 οἰμώζειν λέγειν(此处为 εἶπεν ἄν 接与格)是希腊语熟语,意为“叫某人去哭泣/去见鬼”。与带 ἄν 的不定过去时(εἶπεν ἄν)构成与过去事实相反的虚拟条件句之后结句,前结句为 εἰ ... ἐνόησεν。
- 9.397μήτηρ μὲν ἀκούσω δύσμορος
动词 ἀκούω 在此带有被动态评价含义(“被称为……”、“听人叫自己……”),与述语形容词 δύσμορος 搭配,相当于拉丁语的 bene/male audire,即“我虽将被人们称为苦命的母亲”。
- 9.408εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταις ἢ Λητοῖ στῆναι
小词 εἴθε 与宾格与不定式(με ... πλάζεσθαι)连用,表达过去未能实现的愿望(“但愿我曾……”)。连词 ἤ(“宁可……而不愿……”)在此将两个不定式 πλάζεσθαι 与 στῆναι 进行对比。
