- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.375-9.383
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
此部分收录了谴责割弃未熟葡萄、松木被制成海船之悲叹、以宴会苦楚戏拟坦塔罗斯之诗、塞拉皮斯保留凶手以备受十字架刑之神谕、修正关于恶人之谚语、宣称无人能匹敌帕拉达斯之作、希罗与勒安德耳神话、初闻回声的描述,以及埃及十二个月农事节气之诗。
Anonymi Epigrammatici τίς ποτʼ ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχου ἀνήρ ἀμπελίνου κλήματος ἐξέταμεν, χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταις εἴη νισσομένοις ἡμιδακὲς σκύβαλον;1 εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργος ὅττι % μιν αὐξομέναν ἔσβεσεν εὐφροσύναν. τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς ἤλυθεν, ἢ γοεροῦ κάδεος ἔσχε λύσιν.
佚名 曾有何人竟如此草率,将巴克科斯滋养美酒的青涩果穗 从葡萄藤蔓上割下, 因双唇被涩住便将它抛掷,好让它成为 过往行旅口中半咬的碎屑? 愿狄奥尼索斯与他为敌,如同对待吕库尔戈斯那般, 因为他扑灭了一份正在孕育的喜悦。 因为凭着这串果实酿出的浆汁,某人或许本可迈向歌唱, 抑或从悲戚的忧伤中得享解脱。
Anonymi Epigrammatici τίπτε με τὴν ἀνέμοισιν ἁλώσιμον, ἠλεὲ τέκτον, τήνδε πίτυν τεύχεις νῆα θαλασσοπόρον, οὐδʼ οἰωνὸν ἔδεισας; ὅ τοι Βορέης μʼ ἐδίωξεν ἐν χθονί· πῶς ἀνέμους φεύξομαι ἐν πελάγει;
佚名 愚蠢的木匠啊,为何将易受狂风侵袭的这棵松树,即我, 造成一艘航行于大洋的船只, 甚至不惧凶兆?北风确实曾在大地上 将我驱逐;在茫茫汪洋中我又岂能逃得过诸风?
Palladas Τάνταλος οὐδὲν ἔτρωγε· τινασσομένων γὰρ ὕπερθεν καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν, καὶ διὰ τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα· εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα, καὶ βραβύλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων; ἡμεῖς δʼ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα, χέννια, καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη, ὄρνια καὶ μόσχεια· μίαν δʼ ἐπιπίνομεν αὐτοῖς.2 πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα.
帕拉达斯 坦塔罗斯未曾进食;因为自上方摇曳的树木间, 果实从他头顶逃逸, 正因缺乏食物,他反倒较少口渴; 但若他连正在成熟的无花果、 野李与苹果都吞下肚,死人又怎会 因新鲜的水果而生出如此巨大的焦渴? 然而我们应邀赴宴,吃尽了咸腥之物: 盐渍杂鱼、乳酪、盐腌鹅脂、 禽肉与牛肉;就着这些我们却只饮一杯酒。 因此坦塔罗斯啊,我们承受的痛苦远比你更为辛酸。
Palladas ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντι νυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ, καὶ χρησμῳδῆσαι· “κατακείμενος οὗτος, ἀνίστω, καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.” ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνο τειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί. σῶστρα δʼ ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος, ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις. ἀλλʼ ὁ Σάραπις ἔχρησε πάλιν, διὰ νυκτὸς ἐπιστάς· “κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων; εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον νῦν ἔφυγες, σταυρῷ δʼ ἴσθι φυλαττόμενος.”3
帕拉达斯 据说有一位杀人凶手在残破短墙旁沉睡之时, 夜间塞拉皮斯在梦中降临, 并降下神谕:“躺卧在此者啊,快快起身, 可怜的人啊,移步至别处安歇吧。” 那人惊醒后便转移了地方。而那面残破的 短墙旋即轰然倒塌在地。 清晨,恶人欢喜地向诸神献上谢恩祭, 以为神明喜悦杀人凶徒。 然而塞拉皮斯在夜色中再次降临,降下神谕: “悲惨的家伙,你以为我眷顾不义之人吗? 若我方才未任由你死去,你如今不过逃脱了无痛的死亡, 须知你是被留待受十字架之刑的。”
Palladas φασὶ παροιμιακῶς· κἂν ὗς δάκοι ἄνδρα πονηρὸν ἀλλὰ τόδʼ οὐχ οὕτω φημὶ προσῆκε λέγειν ἀλλὰ “δάκοι κἂν ὗς ἀγαθοὺς καὶ ἀπράγμονας ἄνδρας, τὸν δὲ κακὸν δεδιὼς δήξεται οὐδὲ δράκων.”
帕拉达斯 人们依谚语说:“猪也会咬恶人”; 但我说此话不当如此讲; 应当是:“连猪都会咬善良而安分的人, 而恶人哪怕是蛇出于恐惧也不敢去咬。”
Anonymi Epigrammatici εἰ κύκνῳ δύναται κόρυδος παραπλήσιον ᾅδειν τολμῷεν δʼ ἐρίσαι σκῶπες ἀηδονίσιν, εἰ κόκκυξ τέττιγος ἐρεῖ λιγυρώτερος εἶναι, ἶσα ποεῖν καὶ ἐγὼ Παλλαδίῳ δύναμαι.
佚名 若云雀能唱出与天鹅相近的歌声, 角鸮敢于同夜莺竞相啼鸣, 若杜鹃胆敢声称自己比蝉更嘹亮清越, 我亦能写出与帕拉狄奥斯匹敌的诗篇。
Anonymi Epigrammatici εἰς Λέανδρον καὶ Ἡρῶ ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα πύργῳ ἐφειστήκει γοόωσά τε μυρομένη τε· χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει, κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι νηχόμενος — καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπεράασκε νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι· ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι, παρθένος ἠίθεὸς τʼ ὀαρίζετον ἀλλήλοισιν, εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας, οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην.
佚名(题勒安德耳与赫罗) 在突出的海角之上,在辽阔的赫勒斯滂之上, 一位矜持的少女登上高楼, 立于塔顶哀号垂涕; 她手擎金灯,映照出极美的光辉, 悬想着那命途多舛的青年,期盼他自某处 泅水而至——而在幽香的深夜,当其他凡人沉睡之时, 他总是极快地渡过汪洋的狂澜; 因为巨浪正朝着干燥的大陆咆哮。 无论流逝过多少昼夜, 少女与青年皆彼此温言抚慰, 共赴床榻,瞒过他们亲爱的父母, 那统治塞斯托斯、阿彼多斯与神圣阿里斯柏的尊亲。
Anonymi Epigrammatici ὁ πρῶτος Ἠχοῦς ἀκούσας ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος, ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ἀγροῦ ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, ναίει ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα, ἢ θεός, ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. εἰ δὲ φθεγξαμένου του ἢ αὐδήσαντος ἀκούσῃ, αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει. ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα; τὴν δʼ οὔτʼ ἀθρῆσαι δύναμʼ ἀντίον, οὔτε νοῆσαι. ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις.4
佚名(初闻回声者) 朋友们啊,达那奥斯的英雄们,阿瑞斯的侍从们, 我该言说虚妄,抑或吐露实情?我的心神在催促我。 在田野的尽头,高耸树木生长之处, 住着一位秀发披肩、声音威严可怕的女神, 不知是神祇,还是凡人女子;众人呼唤着发出喊声。 若她听见有人喊叫或出声发语, 便将说过的话清晰明白地再次叙说。 然而我何须为你一一详述这些? 我既无法迎面瞻仰她,亦无法参透她。 无论你说出何等言辞,便将听到何等回音。
Anonymi Epigrammatici πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν. ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην. πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην. Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην. Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει. σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν. Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς. εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι· λήια δʼ αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει· εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης· καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί·. καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ.
佚名 第一月托特通晓将镰刀举向葡萄之串。 法奥菲为渔夫带来举国丰收的渔获。 阿瑟尔标示昴星显现的时令。 霍亚克展示播种麦穗的新生。 图比呈上适合议事者的紫袍。 梅切尔向舟人示意料理航海行程。 法梅诺特昭示战士佩带阿瑞斯的兵刃。 法尔穆提是春日玫瑰的报春使者; 帕孔以镰刀守护枯干成熟的庄稼; 帕尤尼是丰饶夏果的前驱; 埃佩皮手握葡萄串,满怀葡萄的丰盈; 梅索雷则带来尼罗河孕育生机的清泉。
- 9.375ὡς ἂν ὁδίταις εἴη νισσομένοις ἡμιδακὲς σκύβαλον
连词 ὡς ἄν 后接愿望语气 εἴη,在此作为目的从句或预期结果从句,附属于主句的历史时态动词 ἐξέταμεν 与 ἀπό βάλεν(“好使它成为过往行人半咬的碎屑”)。使用带有 ἄν 的愿望语气,体现了历史时态后从属句中对潜在后果的表述。
- 9.377μίαν δʼ ἐπιπίνομεν αὐτοῖς
阴性数词 μίαν 之后省略了阴性名词 κύλικα(“杯”)。复合动词 ἐπιπίνω 搭配与格 αὐτοῖς,意为“就着那些(咸食)喝下”,表达了对宴席上被迫吃下大量咸味菜肴却只得到一杯酒的诙谐抱怨。
- 9.378εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον νῦν ἔφυγες, σταυρῷ δʼ ἴσθι φυλαττόμενος
此句骨架为一个真实条件句:条件从句使用直说语气过去时(εἰ μὴ νῦν σε μεθῆκα θανεῖν,“若我刚才未任由你死去”),归结句则结合了直说陈述与命令式(ἔφυγες ... ἴσθι φυλαττόμενος)。这种结构突出了塞拉皮斯的神圣惩罚意图:免于死于墙塌并非宽恕,而是为了让恶徒留待承受更为严酷的十字架之刑。
- 9.382ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις
此句为史诗体的对应结构(ὁπποῖον ... τοῖον),直接化用了《伊利亚特》第20卷第250行的名句。前半句为带有语气小辞 κʼ 与虚拟语气的泛指关系从句(ὁπποῖόν κʼ εἴπῃσθα),主句为带有 κʼ 的潜能愿望语气(τοῖόν κʼ ἐπακούσαις)。作者戏仿荷马关于言辞反弹的格言,用来描写回声原样如实回响声音的自然现象。
