- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.165-8.177
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略悼念了年轻的亲属,痛斥在殉道者礼拜堂纵情暴食狂欢的信徒以及盗掘坟墓、掠夺墓石的恶行,并为一座曾比肩世界七大奇迹的宏伟陵墓遭毁而悲叹。
Gregorius Nazianzenus εἰς Γρηγόριον τῆς μητρὸς ἀδελφόν Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδʼ ἔθηκε Γρηγόριος,1 καθαροῖς Μάρτυσι παρθέμενος, ἠίθεον, θαλέθοντα, νεόχνοον αἱ δὲ πάροιθεν τῆς γηροτροφίης ἐλπίδες ἥδε κόνις.
纳齐安的额我略,题母舅额我略: 身为伟大祭司的母舅额我略,将额我略安葬于此, 将他托付于圣洁的殉道者们; 他曾是一位青年,生机盎然,刚生初髭;而昔日 养老送终的指望,如今已化作这抔尘土。
Gregorius Nazianzenus πρὸς τοὺς ἐν μαρτυρίοις τρυφῶντας εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω θρύψις ἀεθλοφόροις· ταῦτα γάρ ἀντίθετα. εἰ δʼ οὐκ ὀρχησταῖς ἀθλήματα, οὐδὲ ἀθληταῖς ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος ὃς πληροῖ θυλάκους, ἂν ἀδικώτατος ᾖ;2
纳齐安的额我略,致在殉道者礼拜堂放纵享乐之人: 如果竞技搏击适合舞者,那么奢靡放纵 也当适合获胜的殉道者;因为这两者乃是对立之物。 如果竞技搏击不合舞者,奢靡放纵 也不合健儿,你又怎能将白银、美酒、 食物与饱嗝作为礼物带给殉道者?难道只要填满腹囊, 即使是最不义之人,也当算作义人了吗?
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς Μάρτυρες, εἴπατε ἄμμιν ἀληθῶς, εἰ φίλον ὑμῖν αἱ σύνοδοι; τί μὲν οὖν ἥδιον; ἀντί τίνος; τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντʼ ἄν, εἰ τιμῷτʼ ἀρετή. τοῦτο μὲν εὖ λέγετε. ἡ δὲ μέθη, τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς ἄλλοις· ἀθλοφόρων ἔκλυσις ἀλλοτρία.
纳齐安的额我略,致同一些人: 殉道者啊,请如实告知我们:聚集在此对你们是可喜悦的吗? “世上还有何事更令人欢喜?”以此换取何物? “换取德行;因为若德行受到尊崇, 众人便可在聚集之中变得更加良善。”你们此言确有道理。 然而沉湎于醉酒,作肚腹的奴仆, 乃属于他人;对竞技得胜者而言,放荡沉沦是格格不入的。
Gregorius Nazianzenus εἰς τοὺς αὐτοὺς ˘ μὴ ψεύδεσθʼ ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί· λαιμῶν οἵδε νόμοι, ὦ ʼγαθοί, ὑμετέρων· μάρτυσι δʼ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν.
纳齐安的额我略,致同一些人: 切莫虚言声称殉道竞技者是肚腹的称颂者; 良善的人们啊,这只是你们自己喉咙的法则; 我所知尊崇殉道者的方式唯有一条:驱逐灵魂的 傲慢,并用眼泪消融肉身的膏脂。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς Μαρτύρομʼ, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι. οὐ ζητεῖτε τράπεζαν ἐύπνοον, οὐδὲ μαγείρους· οἱ δʼ ἐρυγὰς παρέχουσ’ ἀντʼ ἀρετῆς τὸ γέρας.
纳齐安的额我略,致同一些人: 获胜者与殉道者啊,我呼告你们:那些贪饕之徒 竟将献给你们的尊荣沦为侮辱。 你们既不求芳香的宴席,亦不求厨师; 他们却献上饱嗝,以此代替德行充作赏赐。
Gregorius Nazianzenus εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματʼ ἀνάγνων ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι· δεύτερον αὖτε τάφους τοὺς μὲν ἐμίξατε σώματʼ ἀθέσμως, αὐτοὶ σήματʼ ἔχοντες ὁμοίια· τοὺς δʼ ἀπέδοσθε, πολλάκι καὶ τρὶς ἕκαστον ὃ δὲ τρίτον, ἱεροσυλεῖς μάρτυρας οὓς φιλέεις· Σοδομίτιδες ἤξατε πηγαί.
纳齐安的额我略,致同一些人兼斥盗墓者: 当受三重死厄之人啊,首先,你们将不洁之人的尸体 与得胜殉道者混杂,陵墓在周围将祭司隔绝; 其次,你们不合教规地在墓中混入尸身, 自己虽拥有相似的纪念标石,却将这些坟墓转卖, 每座常常转卖多达三次;第三,你们竟抢劫 自称热爱的殉道者。所多玛的泉源啊,喷涌吧!
Gregorius Nazianzenus εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων παῖδες χριστιανῶν τόδʼ ἀκούσατε· οὐδὲν ὁ τύμβος· πῶς οὖν ὑμετέρους χώννυτʼ ἀριπρεπέας; ἀλλʼ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας. εἰ δʼ ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτʼ ἀδίκαστον,3 πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.
纳齐安的额我略,致同一些人兼斥盗墓者: 基督徒的子孙啊,听听此言:坟墓算不得什么; 那么你们为何要将自己的坟墓垒筑得如此宏伟? 但有一项权利属于所有人:绝不将 凶残之手伸向他人的陵墓。 若因为死者不知尘世之事,这便可免受审判, 若你自己能忍受已故父亲蒙受羞辱,我才愿信服此理。
Gregorius Nazianzenus εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι, μέχρι τίνος· τύμβοις Μάρτυρας ἀλλοτρίοις τιμᾶτʼ, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς, καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν.
纳齐安的额我略,致同一些人兼斥盗墓者: 毁墓者、贪食之徒、依仗饱嗝度日者、肥头大耳之辈, 你们还要在别人的墓穴中尊奉殉道者, 将非礼之事奉为虔敬,直到何时?管好你们的喉咙, 那时我才信你们是在向殉道者献纳悦乐之礼。
Gregorius Nazianzenus πρὸς τοὺς ἀπὸ τῶν ἐκ τάφων λίθων ναοὺς οἰκοδομοῦντας τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι, αἵματος οὐρανίου μνωομένους μεγάλου, τύμβοι δὲ φθιμένοις· ὃς βήματα δʼ ἡμὶν ἐγείρει ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.
纳齐安的额我略,致用墓石建造圣堂之人: 殉道者的荣耀在于始终向今世的生命死去, 心中铭记那伟大的属天之血; 而陵墓则属于亡故之人。凡是用他人的墓石 为我们垒砌圣所基座者,愿他自身不得善终葬所。
Gregorius Nazianzenus πρὸς τοὺς ἐν μαρτυρίοις τρυφῶντας Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβήν, καὶ μέντοι θεόθεν ἄξια δῶρʼ ἔχετε, βήμαθʼ, ὕμνους, λαούς, εὐχῶν σέβας. ἀλλʼ ἀπὸ τύμβων φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι.
纳齐安的额我略,致在殉道者礼拜堂放纵享乐之人: 殉道者啊,你们曾向神倾注鲜血作为崇高的奠祭, 你们确实从神那里领受了相称的恩赐: 圣坛、赞歌、会众与虔敬的祈祷。但你们这些看顾死者之人, 当顺从殉道者的心愿,从墓穴退去。
Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας· τούτου χριστιανοὶ λύσιν εὕρομεν, ἀθλοφόροισι στησάμεθʼ ἡμετέροις πνευματικὰς συνόδους. νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε οἱ φιλόκωμοι· πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.
纳齐安的额我略,致同一些人: 从前热衷于取悦魔鬼之人, 曾用不洁的狂欢为鬼魔设摆盛宴; 我们基督徒找到了摒除此风的途径,为得胜的 先烈们设立了属灵的聚会。 然而如今我心中生出一丝惧意;狂饮作乐之徒啊,听着: 你们正在倒戈退回鬼魔的规矩中去。
Gregorius Nazianzenus κατὰ τυμβωρύχων μηκέτι πηκτὸν ἄροτρον ἀνήρ ἐπὶ γαῖαν ἐλαύνοι, μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι· ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμόν, ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης.
纳齐安的额我略,斥盗墓者: 人切莫再在大地上驱赶精制的犁铧, 切莫再航海行舟,切莫再挥舞迅猛的标枪; 而当手执铁锹,怀揣凶暴的心思, 渴求着黄金走向父辈的墓穴; 既然有人因着对暴利的肆意妄求, 竟将我这处华美的陵墓挖掘殆尽。 纳齐安的额我略,又一首:
Gregorius Nazianzenus ἄλλο ἑπτὰ βίοιο πέλει τάδε θαύματα·4 τεῖχος, ἄγαλμα, κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος· ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος, ὑψιπαγής, σκοπέλων τῶνδʼ ἀποτῆλε θέων πρῶτος δʼ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.
世间有七大奇观:城墙、雕像、 园林、金字塔、神殿、神像、陵寝; 我曾作为高耸筑就的第八大奇观,巍然伫立于此, 其巍峨之势远超这些山岩; 在亡者之中,我本是首屈一指、受人歌咏的壮观,却成了 你那杀人者狂暴贪婪之手的猎物。
- 8.165Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδʼ ἔθηκε / Γρηγόριος
Γρηγόριον(宾格)指被埋葬的年轻侄儿,而主格的 μήτρως(母舅)及其同位语 ἱερεὺς μέγας、Γρηγόριος 指实行埋葬的舅父。两人同名易生混淆,但由后文修饰语 ἠίθεον(未婚青年)等可确证死者为年轻的额我略。
- 8.166ἦ ῥα δίκαιος / ὃς πληροῖ θυλάκους, ἂν ἀδικώτατος ᾖ;
由小品词 ἦ ῥα 引出的反诘修辞疑问句,意为“即便极度不义,中饱私囊之人难道还能被称为义人吗?(绝非如此)”。θυλάκους(囊袋)转喻贪婪的肚腹或私利积聚。
- 8.171εἰ δʼ ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτʼ ἀδίκαστον
ὅτι从句(“因死者不晓世间之事”)构成原因或前提,τοῦτο(盗墓等罪行)为主语,ἀδίκαστον(“免受审判的、未被定罪的”)为谓语形容词。整个条件句意为:“如果因死者不知人间事,此罪便可不受惩治”。
- 8.177ἑπτὰ βίοιο πέλει τάδε θαύματα
对古典时代“世界七大奇迹”的典故化罗列。βίοιο(属格,“人世的/凡间的”)作定语修饰。随后的诗句列举了七大奇迹(巴比伦城墙、罗德岛巨像、空中花园、金字塔、以弗所神庙、奥林匹亚宙斯像、摩索拉斯陵墓),引出下一行自封的“第八大奇观”(ὄγδοον)。
