- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.512-7.529
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组铭词,记述战士的勇德与牺牲,哀悼因疾病或难产早逝的青年男女,通过对话揭示幽冥的虚无,并展现卡利马科斯的家族渊源与诗歌自豪感。
Simonides τῶνδε διʼ ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς αἰθέρα δαιομένης εὐρυχόρου Τεγέας, οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν παισὶ λιπεῖν, αὐτοὶ δʼ ἐν προμάχοισι θανεῖν.
西摩尼得斯 因着这些男儿的勇德,焚毁中广袤的透盖亚的浓烟, 未曾升腾至高天之界; 他们宁愿给子孙留下一座繁荣自由的城邦, 自己则在前锋阵中捐躯。
Simonides φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος, ἡνίκʼ ἀφʼ ἱμερτὴν ἔπνεεν ἡλικίην “ὦ, Τιμηνορίδη, παιδὸς φίλου οὔ ποτε λήξεις οὔτʼ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.”
西摩尼得斯 昔日普罗托马科斯在父亲双臂环抱〔他〕时, 正当吐尽令人怜爱的青春气息之际说道: “啊,提墨诺尔之子,对于心爱的孩儿,你永不会停止 思念他的勇德与明智。”
Simonides αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου ἀενάου στονόεντʼ ἤγαγεν εἰς θάνατον, Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν Διφίλου αἰχμητὴς υἱὸς ἔθηκʼ ὄνομα.
西摩尼得斯 恪守尊严亦将克勒奥得摩斯引向了悲惨的死亡, 在永流不息的泰埃洛斯河入海口,他遭遇了色雷斯人的伏击; 而这位身为战士的儿子,使父亲 狄菲洛斯的名声远扬。
Simonides αἰαῖ, νοῦσε βαρεῖα· τί δὴ ψυχαῖσι μεγαίρεις ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν; ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
西摩尼得斯 呜呼,沉重的病痛!你为何嫉妒凡人的灵魂 长留于可爱的青春之侧? 你甚至将少年蒂马科斯从甜美的生命中夺去, 在他得见结发之妻之前。
Simonides οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν, Ζεῦ Ξένιʼ οἱ δʼ ὑπὸ γᾶν θέντες ὄναιντο βίου,
西摩尼得斯 愿杀害我的人遭遇同样的命运, 客旅之神宙斯啊!愿将我安葬于地下的人得享人生。
Callimachus Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ δυομένου Βασιλὼ κάτθανε παρθενικὴ αὐτοχερί· ζώειν γάρ, ἀδελφεὸν ἐν πυρὶ θεῖσα, οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη πᾶσα, τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
卡利马科斯 清晨我们在埋葬墨拉尼波斯,而夕阳 西下时,处女巴西罗自戕而亡; 因为将兄弟置于柴堆焚化后,她无法忍受 偷生。父亲阿里斯提波斯的府第见证了双重的灾祸; 整座昔兰尼城都垂首致哀, 目睹这儿女繁茂的家族转眼沦为空室。
Callimachus Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη ἐξ ὄρεος καὶ νῦν ἱερὸς Ἀστακίδης. οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
卡利马科斯 克里特的山羊倌阿斯塔基得斯,仙女把他 从山峦掠走,如今阿斯塔基得斯已成神圣。 牧人们啊,我们不再在狄克忒的橡树下,不再为达夫尼斯, 而是将永远为阿斯塔基得斯歌唱。
Callimachus δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ, Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις, τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
卡利马科斯 谁能深知名为‘明日’的神灵?卡耳弥斯啊,昨日还在 我们眼前的你, 次日我们便流泪将你埋葬。比这更悲痛的 事,父亲狄奥丰未曾见过。
Callimachus ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς, ἢ πάλι πῶς ἔσεαι, δίζεσθαι1 φυλῆς Πτολεμαΐδος, υἱέα πατρὸς Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
卡利马科斯 如果你在哈得斯处寻找蒂马科斯,为了求知 关于灵魂的事,或是日后你将如何, 去寻找普托勒迈斯部族、父亲保萨尼亚斯的 儿子吧;你会在虔诚者之中找到他。
Callimachus Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην ἀφανὴς οὔτι γάρ ἡ γενεή· καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
卡利马科斯 若你来到库齐库斯,不难找到希帕库斯 与狄杜墨;因为他们的门第绝非默默无闻; 你虽要对他们说出痛苦的言语,但仍请转告 此话:我在此地羁留着他们的儿子克里提亚斯。
Callimachus Τιμονόη, τίς δʼ ἐσσί; μὰ δαίμονας, οὒ σ’ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα στήλῃ, καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
卡利马科斯 提摩诺埃,你是谁?指神起誓,我本认不出你, 若不是石碑上刻有父亲提摩太奥斯之名 以及你的城邦墨梯姆纳。我敢断言,那失去妻子的 丈夫欧梯墨涅斯必定深陷悲伤。
Callimachus οἵτινες Ἀλείοιο παρέρπετε σᾶμα Κίμωνος ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
卡利马科斯 无论何人,走过厄利斯人基蒙的坟墓时, 当知晓你们正行经希派奥斯之子的身旁。
Callimachus α. ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; β. εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί. α. ὦ Χαρίδα, τί τὰ νέρθε; γ. πολὺς σκότος. α. αἱ δʼ ἄνοδοι τί; γ. ψεῦδος. α. ὁ δὲ Πλούτων; γ. μῦθος. α. ἀπωλόμεθα. γ. οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν βούλει, Πελλαίου βοῦς μέγας εἰν ἀίδῃ.2
卡利马科斯 甲:卡里达斯真的长眠于你身下吗? 乙:若你说的是昔兰尼人阿里马斯之子,他确实在我之下。 甲:啊,卡里达斯,地下的景况如何? 丙:一片漆黑。 甲:那重返人世呢? 丙:纯属谎言。 甲:普路同呢? 丙:神话而已。 甲:我们彻底毁灭了! 丙:这是我对你们说的真话;若你想听令人欣慰的虚言, 在哈得斯那里,一枚佩拉小钱便可换得一头大牛。
Callimachus ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.3 εἰδείης δʼ ἄμφω κεν ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν· ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης. οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας μὴ λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους.
卡利马科斯 无论何人,将脚步引过我的墓前,须知晓我是 昔兰尼的卡利马科斯之子,亦是卡利马科斯之父。 两人你都应知晓:前者曾统领祖国的兵戈, 后者所作的诗篇则战胜了嫉妒。 不足为奇:因为缪斯在幼童时未曾斜视之人, 待其头发斑白时,也绝不会弃绝为友。
Nicander Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον, ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν πατρίδʼ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν, δοῦλα καταγράψας σκῦλα κατʼ Ἰναχιδᾶν;
尼坎德 父神宙斯啊,你何曾见过比奥特律阿达斯更为刚烈之人? 他独自一人不愿从梯瑞亚 返回故邦斯巴达,而是将利剑刺穿肋下, 在击败伊纳科斯后裔的战利品上刻下了为奴的记号。
Theodoridas Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα κώκυσαν, μέλεον πυρσὸν ἀναψάμενοι, αἰνόλινε, τρισάωρε· σὺ δʼ ἀντὶ γάμου τε καὶ ἥβης κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.
塞奥多里达斯 塞奥多托斯啊,看护你的长辈们的巨大哀痛,他们在你死后 哀号哭泣,点燃了悲惨的火堆; 命途多舛、三度过早夭亡者啊!你未享婚礼与青春, 却给最亲爱的母亲留下了哀号与痛楚。
Theodoridas Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους, πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.
塞奥多里达斯 昔日围绕着费那瑞忒宽广的坟茔,色萨利的少女们 剪下了金黄的卷发, 为这位头胎难产而殒命的不幸新娘惊愕哀悼; 她使深爱的拉里萨城和双亲陷入悲痛。
Theodoridas τόλμα καὶ εἰς ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει, ἃ καὶ Σωσάνδρου παῖδʼ ἐπέβασε πυρᾶς, Δωρόθεον Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.
塞奥多里达斯 勇气既能将人引向哈得斯,亦能引向天堂; 正是它令索桑德罗斯之子多罗特奥斯登上了柴堆; 因为为了给佛提亚带来自由之日, 他在塞科伊与喀墨拉之间英勇捐躯。
- 7.520δίζεσθαι
不定式在主句中作谓语,具有祈使语气的功能(以不定式表祈使)。紧承前面的条件从句(ἢν δίζῃ...),指示读者“去寻找”。
- 7.524Πελλαίου βοῦς μέγας εἰν ἀίδῃ
省略了系动词 ἐστί(或 ὤνιος)的名词句。这是一句谚语表达,意为“在冥府,一枚佩拉小铜钱即可买到一头大牛”,用以讽刺性地嘲弄那些希望听到关于死后世界令人宽慰的谎言的人。
- 7.525Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην
动词 ἴσθι(“当知晓”)带宾语宾格 με 与补足语宾格 παῖδά τε καὶ γενέτην 的双重宾格结构。墓主(诗人之父巴托斯)简练地指明自己既是昔兰尼人卡利马科斯(曾任统帅的父亲)之子,又是同名者(身为诗人的儿子)之父。
