← 希腊诗选

希腊诗选 卷二

§7.161-7.169

阿里斯托墨涅斯墓与难产妇人的悼亡碑铭

本组篇章包含雕刻在阿里斯托墨涅斯墓顶的雄鹰与行客的对话、波斯奴隶恳请遵从本族习俗土葬而不火葬的遗愿、三首题咏因产褥离世的普拉克索的变奏对话碑文、几首因难产而早逝的年轻母亲(拉弥斯克、波吕克塞涅及产下三胞胎而死的波吕克索)的悼亡铭文,以及拜占庭对岸雅典将领查理斯之妻波伊狄翁的雕像铭文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
161

​Antipater α. ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους·; β. ἀγγέλλω μερόπεσσιν ὅθʼ οὕνεκεν1 ὅσσον ἄριστος οἰωνῶν γενόμαν, τόσσον ὅδʼ ἠιθέων. δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι· ἄμμες δʼ ἀτρέστοις ἀνδράσι τερπόμεθα.

安提帕特 甲:飞禽啊,克罗诺斯之子宙斯的信使,你因何凶悍地伫立在伟大的阿里斯托墨涅斯墓顶之上? 乙:我向凡人昭告:正如我是诸鸟中最优秀的,这位英士亦曾是青年中最卓越的。懦弱的鸽子只会栖息在懦夫的坟头,而我们则欣然与无所畏惧的男儿作伴。

​Dioscorides Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς πῦρ ἐπʼ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων, Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου. ἀλλὰ περιστείλας με δίδου χθονί· μηδʼ ἐπὶ νεκρῷ λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς,

狄奥斯库里德斯 菲洛纽莫斯啊,莫要火化欧佛拉忒斯,切勿因我而玷污了圣火。我是波斯人,父祖皆为波斯人,是生于斯长于斯的土生波斯人,主人啊!玷污圣火于我们而言,比残酷的死亡本身更为苦痛。请用殓布裹好我,将我托付于大地;亦莫在我的遗体上浇灌洗礼的水流:主人啊,对江河我亦怀敬畏之心。

​Leonidas α. τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; β. Πρηξὼ Καλλιτέλευς. α. καὶ ποδαπή; β. Σαμίη. α. τίς δέ σε καὶ κτερέιξε; β. Θεόκριτος, ᾧ με γονῆες ἐξέδοσαν. α. θνῄσκεις δʼ ἐκ τίνος; β. ἐκ τοκετοῦ. α. εὖσα πόσων ἐτέων; β. δύο κεἴκοσιν. α. ἦ ῥὰ γʼ ἄτεκνος; β. οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον. α. Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. β. καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.

莱奥尼达斯 甲:妇人啊,你是何人、为何人之女,竟长眠于帕罗斯大理石柱之下? 乙:卡利忒勒斯之女普拉克索。 甲:哪国之人? 乙:萨摩斯人。 甲:是谁为你操办了葬仪? 乙:是父母将我许配的夫君忒奥克里托斯。 甲:你因何而殒命? 乙:因分娩之苦。 甲:享年几何? 乙:二十有二。 甲:当真未留下子嗣么? 乙:不,我留下了三岁的卡利忒勒斯。 甲:愿那孩童为你而长寿,安享高年! 乙:异乡人啊,亦愿命运女神赐予你一切美善!

​Antipater α. φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. β. Καλλιτέλης μὲν ὁ σπείρας, Πρηξὼ δʼ οὔνομα, γῆ δὲ Σάμος. α. σῆμα δὲ τίς τόδʼ ἔχωσε; β. Θεόκριτος, ὁ πρὶν ἄθικτα ἡμετέρας λύσας ἅμματα παρθενίης. α. πῶς δʼ ἔθανες; β. Λοχίοισιν ἐν ἄλγεσιν· α. εἰπὲ δὲ ποίην ἦλθες ἐς ἡλικίην. β. Δισσάκις ἑνδεκέτις. α. ἦ καὶ ἄπαις; β. οὐ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι Καλλιτέλη, τριετῆ παῖδʼ ἔτι νηπίαχον. α. ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. β. καὶ σόν, ὁδῖτα, οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.

安提帕特 甲:妇人啊,道出你的身世、姓名与故土。 乙:生我者为卡利忒勒斯,名为普拉克索,故乡乃萨摩斯。 甲:是谁筑起了这座坟茔? 乙:是曾解开我未触碰过的少女腰带的忒奥克里托斯。 甲:你是如何死去的? 乙:死于产褥的剧痛中。 甲:说吧,你活到了何等年岁? 乙:两个十一岁。 甲:当真未留子息么? 乙:并非如此,异乡人;因我在青春之年,留下了尚在幼弱之年的三岁之子卡利忒勒斯。 甲:愿他得享最富足的白首华年! 乙:行客啊,亦愿命运女神顺遂地指引你整个人生的航向! 阿尔基亚斯

165

​Archias α. εἰπὲ γύναι τίς ἔφυς. β. Πρηξώ. α. τίνος ἔπλεο πατρός; β. Καλλιτέλευς. α. πάτρας δʼ ἐκ τίνος ἐσσί; β. Σάμου. α. μνᾶμα δέ σου τίς ἔτευξε; β. θεόκριτος, ὅς με σύνευνον ἤγετο. α. πῶς δʼ ἐδάμης; β. ἄλγεσιν ἐν λοχίοις. α. εἰν ἔτεσιν τίσιν εὖσα; β. δὶς ἕνδεκα. α. παῖδα δὲ λείπεις; β. νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. α. ζωῆς τέρμαθʼ ἵκοιτο μετʼ ἀνδράσι. β. καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.

甲:妇人啊,告诉我你是何人。 乙:普拉克索。 甲:何人为你的生父? 乙:卡利忒勒斯。 甲:你来自哪处故国? 乙:萨摩斯。 甲:是谁为你筑造了纪念碑? 乙:娶我为同衾之妻的忒奥克里托斯。 甲:你是如何倒下的? 乙:因产褥之痛。 甲:享年几岁? 乙:两个十一载。 甲:你可曾留下孩儿? 乙:留下了三岁的稚童卡利忒勒斯。 甲:愿他在众人之间得至生命的终点! 乙:行客啊,亦愿命运女神为你整个人生赐予怡人的结局!

​Nicarchus I τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος, σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν. ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι, θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.

尼卡科斯一世 在悲号的阵痛中吐出最后一口气息的拉弥斯克,尼卡蕾忒与欧波利斯之女,萨摩斯人,年方二十,如今与她的双生婴孩一同,被尼罗河畔的利比亚海滩所掩埋。然而,少女们啊,请为这少女带来产妇的礼物,在冰冷的坟头洒下温热的眼泪。

​Hecataeus Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης, ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα·2 παῖδα δὲ δαίμων ἔφθασεν οὐδʼ αὐτῶν εἴκοσιν ἠελίων. ὀκτωκαιδεκέτις δʼ αὐτὴ θάνον, ἄρτι τεκοῦσα, ἄρτι δὲ καὶ νύμφη, πάντʼ ὀλιγοχρόνιος.

赫卡泰奥斯 请称我为阿耳刻勒奥斯之妻波吕克塞涅,忒奥得克忒斯与命途多舛的德玛蕾忒之女;称我为母,亦仅仅止于分娩的阵痛而已:因为神明夺走我的孩子时,他甚至未活满二十个白昼。我自己亦在十八岁时死去,刚刚分娩,刚刚成婚,在一切事上皆是如此短暂。

​Antipater εὐχέσθω τις ἔπειτα γυνὴ τόκον,3 εἶπε Πολυξώ, γαστέρʼ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων μαίης δʼ ἐν παλάμῃσι χύθη νέκυς· οἱ δʼ ἐπὶ γαῖαν ὤλισθον κοίλων ἄρρενες ἐκ λαγόνων, μητέρος ἐκ νεκρῆς ζωὸς γόνος· εἷς ἄρα δαίμων τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δʼ ἔπορεν.

安提帕特 “今后还有哪位妇人敢祈求生育!”身怀三胞胎而肚腹破裂的波吕克索哭喊道;她旋即作为一具尸身颓然倒在产婆的双手中。而男婴们却从她凹陷的腰腹滑落于地上——死去的母亲诞下的活生生骨肉。委实是同一个神祇,夺去了母亲的性命,却将生机赐予了孩童。

​Anonymi Epigrammatici εἰς τὴν δάμαλιν τὴν ἱσταμένην πέραν Βυζαντίου ἐν Ἰναχίης Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδʼ ἀπʼ ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον ἥδε δʼ ἐγὼ Κεκροπίς εἰμι νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δʼ ὅτʼ ἔπλωεν ἐκεῖνος τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων. Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε·4 νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.

无名作者(题拜占庭对岸伊那科斯之地的牝牛像) 我并非伊那科斯之女化作的牝牛雕像,对面相望的博斯普鲁斯海峡亦非因我得名;因昔日赫拉沉重的忿怒,将她一路驱赶至法罗斯。而我则是雅典的亡者,曾是查理斯的同衾伴侣;当他率舰驶至此地以抗衡腓力的战船时,我亦随船扬帆。那时人们唤我为波伊狄翁(小母牛);如今作为查理斯的伴侣,我以两大洲为乐。

语法注4 条
  1. 7.161ὅθʼ οὕνεκεν

    连词 ὅτι 与 οὕνεκα 的重叠诗意表达,引导作动词 ἀγγέλλω(宣告、告知)宾语的名词性从句,意为“宣告……这一事实”。

  2. 7.167ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα

    宾格 μητέρα 作首句动词 ἔννεπε(称呼)的宾语补足语。限定性短语 ὅσσον ἐπʼ ὠδῖσιν 意为“仅仅在承受分娩剧痛的限度内作为母亲”,因为孩子出生未满二十日便早夭。

  3. 7.168εὐχέσθω τις ἔπειτα γυνὴ τόκον

    使用第三人称现在时命令语气 εὐχέσθω 的反讽表达:“此后看哪位妇人还敢祈求生育!”表达出目睹惨状后极其绝望的心情。

  4. 7.169Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε

    现在时形式 καλεῦμαι(即 καλοῦμαι)作历史现在时使用,并由表示过去的副词 τότε 修饰。此处巧妙运用了雕像牝牛(δάμαλις)的外形与该妇人芳名“波伊狄翁”(意为“小母牛”)之间的双关。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.161-7.169