← 希腊诗选

希腊诗选 卷一

§6.206-6.218

女子饰物与战胜纪念物的献纳

本段题咏了瑙克拉提斯女子向阿佛洛狄忒献纳的梳妆之物、交际花喜结良缘后的共同供纳、西莫尼得斯所题的合唱与战功纪念物,以及母神祭司以神圣手鼓吓退雄狮的神迹谢恩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
206

​Antipater σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα, εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον τὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς, βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον· ῥιπίδα δʼ Ἀντίκλεια· καλύπτειραν δὲ προσώπου, ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον, ἁ καλὰ Ἡράκλεια· τὸν εὐσπειρῆ δὲ δράκοντα, χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων, πατρὸς Ἀριστοτέλους συνομώνυμος·1 αἱ συνομήθεις ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.

安提帕特 这温暖双足的鞋履,由比廷娜奉献, 乃巧手鞋匠的心爱辛劳之作; 那束缚游移秀发的发网,由菲莱尼斯奉献, 以灰白大海之花染就; 安提克勒亚献上团扇;面部的遮覆面纱, 精巧如蛛丝的织物, 由美丽的赫拉克勒亚奉献;盘曲如环的蛇镯, 那装点纤细脚踝的黄金饰物, 由与父亲亚里士多德同名的女子奉献:同龄的 伴侣们,将这些礼物献给天界基忒拉女神。

​Archias σάνδαλα ταῦτα Βίτιννα· πολυπλάγκτου δὲ Φιλαινὶς πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον· ξανθὰ δʼ Ἀντίκλεια νόθον κεύθουσαν ἄημα ῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν· λεπτὸν δʼ Ἡράκλεια τόδε προκάλυμμα προσώπου, τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος οὔνομʼ Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα· ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι, ὤπασαν, αἱ γυάλων Ναυκράτιδος ναέται.

阿尔基亚斯 这些鞋履由比廷娜奉献;飘逸秀发的 紫红束具发网,由菲莱尼斯奉献; 金发的安提克勒亚献上暗藏人造微风、 驱退炽热暑气的团扇; 赫拉克勒亚献上这轻薄的面纱, 织造得宛若蛛丝; 而承袭父亲亚里士多德之名的女子, 则献上脚踝蛇镯的优美盘曲: 同龄的伙伴,主持婚姻的塞浦路斯女神啊,将这些 辉煌的礼物赠予你,她们皆是瑙克拉提斯洼地的居民。

​Antipater ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις· ἡ δὲ τὸ φᾶρος, Φημονόη· Πρηξὼ δʼ, ἣ τὸ κύπελλον ἔχει. τῆς Παφίης δʼ ὁ νεὼς καὶ τὸ βρέτας· ἄνθεμα δʼ αὐτῶν ξυνὸν· Στρυμονίου δʼ ἔργον Ἀριστομάχου. πᾶσαι δʼ ἀσταὶ ἔσαν καὶ ἑταιρίδες· ἀλλὰ τυχοῦσαι κύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία.2

安提帕特 手持鞋履者是梅内克拉蒂斯;持长袍者是 菲莫诺埃;手持酒杯者是普蕾克索。 神庙与神像属于帕福斯女神;她们的供奉物 乃共同所立;乃斯特律蒙人阿里斯托马科斯之作。 她们全都曾是城邦女子与交际花;然而获得了 相称合意的婚姻,如今各属一名夫婿。

​Antipater Βιθυνὶς Κυθέρη με τεῆς ἀνεθήκατο, Κύπρι, μορφῆς εἴδωλον λύγδινον, εὐξαμένη. ἀλλὰ σὺ τῇ μικκῇ μεγάλην χάριν ἀντιμερίζου, ὡς ἔθος· ἀρκεῖται δʼ ἀνδρὸς ὁμοφροσύνῃ.

安提帕特 比提尼亚的基忒拉,塞浦路斯女神啊,在许愿之后, 将我,摹刻你容貌的白大理石雕像,奉献于你。 但请你如常例那般,将莫大的恩惠 回赐给这位微小女子;她心满意足于夫君的齐心同德。

210

​Philitas Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστος Νικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασεν σάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον, καὶ ζώνην πολύτιμον, ἅ τʼ οὐ φωνητὰ πρὸς ἀνδρός· ἀλλʼ ἐσορῇς πάσης Κύπριδος ὀπτασίην.

菲利塔斯 年过五十且更长,耽于爱恋的 尼基阿斯,在塞浦路斯女神的神庙中悬挂奉纳了 鞋履与卷发,以及明澈照人的 青铜镜,丝毫未曾失于真实精确, 还有珍贵的腰带,以及不可由男子言说之物; 然而你亲睹全部阿芙洛狄忒的显现。

​Leonidas τὸν ἀργυροῦν Ἔρωτα, καὶ περίσφυρον πέζαν, τὸ πορφυρεῦν τε Λεσβίδος κόμης ἕλιγμα, καὶ μηλοῦχον ὑαλόχροα, τὸ χάλκεὸν τʼ ἔσοπτρον, ἠδὲ τὸν πλατὺν τριχῶν σαγηνευτῆρα, πύξινον κτένα, ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι, ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν,

莱奥尼达斯 白银的厄洛斯像,以及环绕脚踝的 足饰,莱斯博斯发丝的紫红 发辫,琉璃色的护胸裹带, 青铜明镜,以及宽阔的、 捞取发丝的黄杨木梳, 在遂其所愿之后,真挚的塞浦路斯女神啊, 卡莉克勒亚将它们供奉于你的新房。

​Simonides εὔχεό τοῖς δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν, ὥσπερ ὑπὸ ξείνων τε, καὶ οἳ ναίουσι Κόρινθον, αἶνον ἔχεις χαρίτων μεστοτάτοις στεφάνοις,

西莫尼得斯 屈同啊,祈祷吧,愿勒托之子神祇、 美妙舞踊广场的主宰,能因这些礼物而如此欢悦, 正如你从异乡人以及居住在科林斯的人们那里, 获得满载恩典花冠的赞美那样。

​Simonides ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους καὶ τρίποδας, πρὶν τόνδʼ ἀνθέμεναι πίνακα· τοσσάκι δʼ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν, εὐδόξου Νίκας ἀγλαὸν ἅρμʼ ἐπέβης.

西莫尼得斯 五十六头公牛与三足鼎,西莫尼得斯啊,你曾赢得, 在立献这块木板之前; 你曾同样多次训练令人心悦的男子歌队, 登上了闻名遐迩的胜利女神的光辉战车。

​Simonides φημὶ Γέλωνʼ, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς, τὸν τρίποδʼ ἀνθέμεναι, ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων Δαμαρέτου χρυσοῦ, τᾶς δεκάτας δεκάταν.3

西莫尼得斯 我言道,格隆、希厄隆、波吕泽洛斯、特拉叙布洛斯, 戴诺墨涅斯的儿子们,立献了这尊三足鼎, 用一百利特拉与五十塔兰同 达玛蕾特黄金铸成,乃十一税之十一税。

215

​Simonides ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου ὅπλʼ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.

西莫尼得斯 从敌对的米底亚人处夺得的这些甲胄,狄奥多罗斯的水手们 献给勒托,作为海战的纪念。

​Simonides Σῶσος καὶ Σωσὼ σωτήρια τόνδʼ ἀνέθηκαν Σῶσος μὲν σωθείς, Σωσὼ δʼ ὅτι Σῶσος ἐσώθη.

西莫尼得斯 索索斯与索索立献了这件谢恩保命之物: 索索斯因获救,索索则因索索斯获救。

​Simonides χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκʼ ἀλύξας Γάλλος ἐρημαίην ἤλυθʼ ὑπὸ σπιλάδα, ὑετὸν ἄρτι κόμης ἀπομόρξατο· τοῦ δὲ κατʼ ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων. αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον ὃ σχέθε χειρὶ ἤραξεν, καναχῇ δʼ ἴαχεν ἄντρον ἅπαν. οὐδʼ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀνʼ ὑλῆεν δʼ ὠκὺς ἔθυνεν ὄρος, δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.

西莫尼得斯 当为了躲避冬日的暴风雪, 一位母神祭司走入荒僻的岩穴之下, 他刚擦去发间的雨水;顺着他的足迹, 一只啖牛的雄狮便走入了凹陷的小径。 于是他用摊开的手猛击持在手中的大鼓, 整座洞穴都在回荡的轰鸣中震响。 栖息丛林的野兽不敢忍受库柏勒的神圣 咆哮,急忙奔向林木葱茏的崇山, 畏惧于女神这半雌半雄的侍奉者;此人向勒亚 悬挂供奉了这身衣袍与金黄的发辫。

​Alcaeus κειράμενος γονίμην τις ἄπο φλέβα Μητρὸς ἀγύρτης Ἴδης εὐδένδρου πρῶνας ἐβουνοβάτει· τῷ δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίνην χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγος. δείσας δʼ ὠμηστέω θηρὸς μόρον ὡς αὔγαξε, τύμπανον ἐξ ἱερᾶς ἐπλατάγησε νάπης. χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην κεῖνος δʼ ἐκπροφυγὼν ὀλοὸν μόρον, εἵσατο Ῥείῃ θῆρα, τὸν ὀρχησμῶν αὐτομαθῆ Κυβέλης.

阿尔开奥斯 母神的巡游祭司,割断了自己的生育之脉, 正漫步在树木葱茏的伊达山山脊; 一只硕大无朋的雄狮迎面而来,如同奔赴盛宴, 带着饥渴咽喉的可怖裂口。 见状恐惧于噬生肉野兽之死劫, 他从神圣树林中敲响了手鼓。 雄狮便闭上了嗜杀的巨口,从颈项之间 如痴如醉地甩动旋转的鬃毛。 而他侥幸逃离了毁灭的死运,将这只 无师自通库柏勒舞步的野兽,立献给勒亚。

语法注3 条
  1. 6.206πατρὸς Ἀριστοτέλους συνομώνυμος

    意为“与父亲亚里士多德同名的女子”,作为主格主语,与前文列举的女性专名(Bitinna、Philaenis、Anticleia、Heracleia)并列。这是对女性名字“亚里士多德娅(Ἀριστοτέλεια)”的迂回表达。全句省略了主谓动词,其献纳含义由末尾的概括句(αἱ συνομήθεις ἅλικες...)暗示补足。

  2. 6.208νῦν ἑνός εἰσι μία

    包含格变复现(polyptoton)的对比结构。对于复数主语(πᾶσαι)与复数动词(εἰσι),阴性单数主格 μία 起分配(distributive)作用(“各自”),阳性单数属格 ἑνός 作所属属格(“属于一位夫君”)。此结构形成了鲜明对照:昔日虽为侍奉众客的交际花,如今每个人都已成为专属于一位丈夫的忠贞妻子。

  3. 6.214τᾶς δεκάτας δεκάταν

    名词短语 τὸν τρίποδα 的同位语宾格。字面义为“十一税之十一税”(即从全部战利品或收益所纳十一税中再取十分之一,数学上相当于总量的百分之一),用于强调奉纳三足鼎的严格献纳比例或财富规模的宏大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:6.206-6.218