- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.205-5.216
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组短诗吟咏了爱情魔具的敬献、年迈女乐师退隐后的乐器献祭、对女性同性爱行为的斥责、对同性恋少年的拒绝、海中沐浴少女引发的相思、对深肤色美人的赞颂、失眠的相思之苦、夜访闺房的暗号,以及关于恋人如何在谦卑与傲骨间保持平衡的诫谕。
Anonymi Epigrammatici ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,1 χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον, πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα, τῆς Λαρισσαίης ξείνια φαρμακίδος.
佚名 尼寇那懂得如何将男子从海的那边召来、 懂得将少女引出闺房的魔轮, 饰以黄金,由透澈的紫水晶雕琢而成, 塞浦路斯女神啊,作为心爱的财产敬献在您面前; 其正中用紫染羔羊的柔软毛线系紧, 作为来自拉里萨女巫的敬献礼。
Leonidas Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω παῖδες, ταὶ Μουσῶν εὔκολοι ἐργάτιδες· Μηλὼ μὲν Μούσαις Πιμπληΐσι τοὺς ταχυχειλεῖς αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων σύγκωμον, κηρῷ ζευξαμένη, δόνακα, ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ ηὔγασεν αὐλείοις οὐ κοτέουσα2 θύραις.
莱奥尼达斯 年事已高的梅罗与萨蒂莱,安提革尼得斯的 女儿们,缪斯女神们和善的侍女—— 梅罗将她那灵巧薄唇吹奏的长笛与这件黄杨木笛套, 敬献给皮姆普勒亚的缪斯女神; 而多情的萨蒂莱则将蜜蜡粘合的芦管敬献, 那是傍晚饮酒客狂欢时的伴侣与悦耳的吹奏之管, 伴着它,她彻夜未眠直吹到破晓, 面对庭院紧闭的门扉亦无半分怨怒。
Asclepiades αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις, εἰς δʼ ἕτερʼ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι, μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας,
阿斯克勒庇阿得斯 萨摩斯女子比托与南尼翁不愿依循阿佛洛狄忒本人的法则 前去向她朝拜, 却私自倒戈向不雅的行径。主宰塞浦路斯女神啊, 请憎弃这些逃离您床榻的人吧。
Meleager οὔ μοι παιδομανὴς κραδία· τί δὲ τερπνόν,Ἔρωτες, ἀνδροβατεῖν εἰ μὴ δούς τι λαβεῖν ἐθέλει; ἁ χεὶρ γὰρ τὰν χεῖρα.3 καλά με μένει παράκοιτις· ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.
墨勒阿戈洛斯 我没有恋童的痴心; 若是只想索取而不愿付出,爱神们啊, 与男子交合又有何欢愉可言? 因为一只手当为另一只手洗拭。有美丽的妻子在等待着我; 愿所有以男色交缠的狂热之徒全都毁灭。
Posidippus σῇ, Παφίη Κυθέρεια, παρʼ ᾐόνι εἶδε Κλέανδρος Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην· καιόμενος δʼ ὑπʼ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο. χὠ μὲν ἐναυάγει γαίης ἔπι· τὴν δέ, θαλάσσης ψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί. νῦν δʼ ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρ εὐχαί, τὰς κείνης εὔξατʼ ἐπʼ ἠιόνος.
波塞狄波斯 帕福斯的库忒瑞亚女神啊,克勒安德罗斯在您的海滨边 看见尼寇正在清亮蔚蓝的波浪中畅游; 那男子心中被爱欲灼烧,从湿漉漉的少女身上, 将干燥的炭火引入了自己的心间。 他虽在陆地上,却遭受了溺船之灾;而轻抚海水的她, 则被温和的海滩所拥抱。 如今二人的爱恋之情旗鼓相当;因为他在那海滨上 许下的祈祷,并没有落空。
Asclepiades τῷ θαλλῷ Διδύμη με συνήρπασεν ὤ μοι. ἐγὼ δὲ τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν. εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλʼ ὅτʼ ἐκείνους θάλψωμεν, λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.
阿斯克勒庇阿得斯 迪迪梅手持嫩枝捕获了我,呜呼!我凝视着她的美丽, 如同烈火旁的蜜蜡般消融。 若说她肤色黝黑,那又何妨?木炭也是黑的; 可一旦我们将它们点燃,便会如玫瑰的花蕾般绽放光华。
Posidippus δάκρυα καὶ κῶμοι, τί μʼ ἐγείρετε, πρὶν πόδας ἆραι ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν; λήγω δʼ οὔποτʼ ἔρωτος ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος·
波塞狄波斯 眼泪与狂欢啊,为何在我的双脚尚未抽离烈火之际, 你们又将我唤醒,催促我迈向塞浦路斯女神的另一处炭火? 我从未从爱欲中停息;不辨情由的渴望 总会从阿佛洛狄忒那里,为我带来某种新的痛苦。
Meleager αἰεί μοι δινεῖ μὲν ἐν οὔασιν ἦχος Ἔρωτος, ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει· οὐδʼ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλʼ ὑπὸ φίλτρων ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος. ὦ πτανοί, μὴ καὶ ποτʼ ἐφίπτασθαι μέν, Ἔρωτες, οἴδατʼ, ἀποπτῆναι δʼ οὐδʼ ὅσον ἰσχύετε;
墨勒阿戈洛斯 厄洛斯的振翅之声总是在我耳际回荡, 双眼默默为情欲流下甘甜的泪水; 夜晚未曾让我入眠,晨曦亦未能如此,在迷药的作用下, 心扉上早已深深印下了熟悉的烙印。 生有双翼的厄洛斯们啊,难道你们只知飞扑而来, 而丝毫没有振翅飞离的力量吗?
Posidippus Πυθιάς, εἰ μὲν ἔχει τινʼ, ἀπέρχομαι· εἰ δὲ καθεύδει ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐσκαλέσαις. εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν ἦλθον, Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι,
波塞狄波斯 皮蒂阿斯若是身旁有人,我便离去;但若她独自一人 在此安睡,凭着宙斯起誓,请唤〔我〕进去片刻。 并以此作为暗号告知她:我是带着醉意,穿过盗匪之境, 以鲁莽的厄洛斯为向导而来的。
Meleager Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δʼ, Ἡλιοδώρα, βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν. ἀλλʼ ἄγε συμπαίκταν δέξαι Πόθον εἰ δʼ ἀπὸ σεῦ ῥίψαις, οὐκ οἴσει τὰν ἀπάλαιστρον ὕβριν.
墨勒阿戈洛斯 我蓄养着身为击球手的厄洛斯;赫利奥多拉啊, 他正把我胸中跳动的心脏抛掷向你。 来吧,请接纳情欲作为你的玩伴;但若你将他 从身旁掷开,他绝不会容忍这般有失规矩的冒犯。
Meleager λίσσομʼ, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας κοίμισον, αἰδεσθεὶς Μοῦσαν ἐμὴν ἱκέτιν. ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν ἄλλον, ἀεὶ δʼ ἐπʼ ἐμοὶ πτηνὰ χέοντα βέλη, εἰ καί με κτείναις, λείψω φωνὴν προϊέντα γράμματʼ ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίην.
墨勒阿戈洛斯 厄洛斯啊,我恳求你,让我对赫利奥多拉彻夜难眠的渴望 平息下来吧,看在我那作为祈愿者的缪斯面上。 凭着你的弓箭起誓——那些从未被教导去射击他人、 却永远将飞矢倾注在我身上的弓箭—— 即便你杀了我,我也要留下发出声音的文字: “异乡人啊,看哪,这便是爱欲的血腥屠杀。”
Agathias Scholasticus εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης· ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας,4 ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ. ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων. κεῖνος δʼ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ,
阿加西亚斯·斯科拉斯提库斯 若你陷入爱河,切不可使内心完全屈从挫折、 满溢着谄媚卑微的乞怜; 而应当稍显沉稳自持,恰到能够微蹙双眉、 恰到能够投以克制的目光。 因为轻视傲慢之人并嘲笑那些极度卑微可怜之人, 本就是女子的天性。 唯有兼具这些特质、将怜悯与少许尊严傲骨 融为一体的人,才是最卓越的情人。
- 5.205ἐπισταμένη
分词 ἐπισταμένη 带有补充不定式 ἕλκειν,意为“通晓……之术/能够引来”。前面的 καί 起强调作用,与 διαπόντιον ἄνδρα 搭配表示“甚至能将海外的男子(召来)”。
- 5.206οὐ κοτέουσα
分词 οὐ κοτέουσα 支配与格 αὐλείοις... θύραις,意为“对中庭的大门毫不怨恨”。在锁门前夜唱(paraclausithyron)的语境下,表明她即使被拒于门外,也能通宵达旦地吹奏直至天明而无忿怨。
- 5.208ἁ χεὶρ γὰρ τὰν χεῖρα
希腊谚语“手洗手”(如 ἁ χεὶρ τὰν χεῖρα νίζει)省略动词的惯用表达,在此用于强调情爱关系中必须具备互惠对等(投桃报李)的原则。
- 5.216ὅσσον ἐρύσσαι ὀφρύας
ὅσσον 作为副词表示程度,引导不定式 ἐρύσσαι(以及后面的 ἰδεῖν),意为“足以微蹙双眉/足以投以审慎的目光”,用以限定前一行比较级 στεγανώτερον(更自持/更坚毅)的具体限度。
