← 希腊诗选

希腊诗选 卷一

§1.99-1.112

柱头修士丹尼尔与皇宫及泉水圣母堂题诗

本组题铭涵盖柱头苦修者丹尼尔、修士尼罗斯、归信的波斯术士、基督颂歌、免于祝融之灾的宅邸、圣髑发现、欧多基娅皇后的朝圣、黄金三榻客厅的圣像恢复、亚当之名的宇宙四方象征,以及泉水圣母堂的重修与其升天、受难、显容等壁画图像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
99

​Flavius Cyrus ἐν τῷ κίονι τοῦ ὁσίου Δανιὴλ ἐν τῷ ἀνάπλῳ μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ, πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους. ἴχνια ῥιζώσας κίονι διχθάδια· λιμῷ δʼ ἀμβροσίᾳ τρέφεται καὶ ἀπήμονι δίψῃ, υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου.

弗拉维·居鲁士:在上溯水道处圣丹尼尔柱上 天地之间伫立着一位勇士, 面对四面袭来的狂风亦无所畏惧。 他将双足深深扎根于石柱; 以仙馔般的饥饿与无害的干渴为养, 宣扬着一位未识婚配之母的圣子。

100

​Anonymi Epigrammatici εἰς Νεῖλον μοναχὸν τὸν μέγαν ἐν τοῖς ἀσκηταῖς Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν, Νείλου δʼ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν.

无名氏题铭作家:题隐修者中的大修道士尼罗斯 尼罗河的水流固然深知如何滋润大地, 大修士尼罗斯的言辞亦通晓如何愉悦心灵。

​Menander Protector εἰς Πέρσην μάγον, γενόμενον χριστιανὸν καὶ μαρτυρήσαντα ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης, εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας· εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι, ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων κείνῳ δʼ ἐσβέσθη δύναμις πυρός· ἀλλὰ καὶ ἔμπης νικηθεὶς νίκην ἤνυσα θειοτέρην.

米南德·护卫官:题一位成为基督徒并殉道的波斯术士 昔日我曾在波斯人中担任术士伊斯博泽特斯, 将希望寄托于毁灭性的虚妄欺瞒之中; 但当大火吞噬我的城邑时,我前来施救, 全能基督的仆人也同样赶来; 因着他,烈火的威力得以平息;然而即便如此, 我虽落败,却赢得了一场更为神圣的胜利。 无名氏题铭作家:题我们的救主与主、上帝之子耶稣基督

​Anonymi Epigrammatici εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ θεοῦ ὤ πάντων ἐπέκεινα — τί γὰρ πλέον ἄλλο σε μέλψω; πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω; πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ λόγῳ περιληπτόν,

哦,超越万有者啊——因为除此之外,我还能更进一步歌颂你什么? 在万物中至高无上的你,我当如何称呼你的尊名? 连言语都无法把握的你,我又怎能用言语来赞扬?

​Anonymi Epigrammatici εἰς ὑπέρθυρον οἴκου ἐν Κυζίκῳ σωθέντος ἀπὸ πυρός Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός· ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον.

无名氏题铭作家:题基齐库斯一座免于火灾之宅邸的门楣 残暴的摩摩斯啊,你自己的残酷利箭射杀的正是你自己; 因为上帝已将我这栋蒙福之屋从你的疯狂中拯救出来。

​Anonymi Epigrammatici εἰς τὴν θήκην τῶν λειψάνων τοῦ ἁγίου μάρτυρος Ἀκακίου καὶ Ἀλεξάνδρου μάρτυρος Ἀκακίοιο, Ἀλεξάνδρου θʼ ἱερῆος ἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε.

无名氏题铭作家:题圣殉道者阿卡基乌斯与亚历山大的圣髑匣 殉道者阿卡基乌斯与司祭亚历山大的 圣骸安卧于此,乃蒙福的时光所发现者。

105

​Anonymi Epigrammatici εἰς Εὐδοκίαν τὴν γυναῖκα Θεοδοσίου βασιλέως ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης, ὑπʼ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη, πάρεστι δούλη, προσκυνεῖ δʼ ἑνὸς τάφον, ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη. ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός· κάτω μὲν ἠνθρώπιζεν ἦν δʼ ὡς ἦν ἄνω.1

无名氏题铭作家:题狄奥多西皇帝之妻欧多基娅 普天下聪慧的女主人, 受虔敬的热忱所驱使, 如今作为婢女侍立,向一人的坟墓顶礼膜拜, 尽管她本是受万人敬拜之人。 因那赐予她宝座与婚姻者, 虽如凡人般死去,却作为上帝永生; 他在地上为人,在天上则仍如其原本所是。

​Anonymi Epigrammatici ἐν τῷ χρυσοτρικλίνῳ Μαζαρινῷ ἔλαμψεν ἀκτὶς τῆς ἀληθείης πάλιν, καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη, καὶ πίστις ἀνθεῖ καὶ πλατύνεται χάρις. ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένος λάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους, καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει. τῆς εἰσόδου δʼ ὕπερθεν, ὡς θεία πύλη, στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος, ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποι σὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον κύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου, νόες, μαθηταί, μάρτυρες, θυηπόλοι, ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον, τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου, ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου, Χριστοῦ δὲ μητρός, χριστοκηρύκων τύπους, καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.

无名氏题铭作家:在马扎里诺斯的黄金三榻客厅中 真理的光芒再次辉映, 令妄言者的双目黯然失色; 虔敬日益兴盛,谬误轰然倒塌, 信仰绽放芳华,恩典广为布散。 看哪,重新绘入图像的基督, 朝着皇权宝座的高处绽放光彩, 并将幽暗的异端彻底颠覆。 在入口之上,作为神圣之门与守护者, 童贞圣母被绘于板壁之上; 君主与宗主教作为击退谬误之人, 亦与同道协作者一同被绘于近旁; 环绕整座殿宇、犹如守护者一般的, 则是属天的神智、门徒、殉道者与圣职人员。 因此,我们将这座先前享有黄金之名的大厅, 称为全新的“基督三榻客厅”; 因它拥有主基督的宝座, 基督之母与基督传扬者的圣容, 以及施展奇妙智慧的米海尔之画像。

​Anonymi Epigrammatici εἰς τὸν αὐτὸν χρυσοτρίκλινον ὡς τὴν φαεινὴν ἀξίαν τῆς εἰκόνος τῆς πρὶν φυλάττων, Μιχαὴλ αὐτοκράτωρ, κρατῶν τε πάντων σαρκικῶν μολυσμάτων, ἐξεικονίζεις καὶ γραφῇ τὸν δεσπότην, ἔργῳ κρατύνων τοὺς λόγους τῶν δογμάτων.

无名氏题铭作家:题同一黄金三榻客厅 如同守卫往昔圣像之璀璨尊荣一般, 米海尔皇帝啊, 你在克制肉体的一切玷污的同时, 亦用丹青描绘了主的尊容, 以实际行动坚固了信条的言辞。

​Anonymi Epigrammatici ἀδέσποτον εἰς τὸν Ἀδάμ οὐ σοφίης ἀπάνευθεν Ἀδὰμ τὸ πρὶν ἐκαλεῖτο, τέσσαρα γράμματʼ ἔχων εἰς τέσσαρα κλίματα κόσμου· Ἄλφα γὰρ ἀντολίης ἔλαχεν δύσεως δὲ τὸ δέλτα,2 ἄλφα πάλιν δʼ ἄρκτοιο, μεσημβρίης δὲ τὸ λοιπόν.

无名氏题铭作家:佚名,题亚当 古人称他为亚当,并非没有智慧, 因其四字暗合世界的四方之位: 阿尔法对应东方,德尔塔对应西方, 另一个阿尔法则对应北方,余下的字母指向南方。

​Ignatius εἰς τὸν ναὸν τῆς παναγίας θεοτόκου εἰς τὴν Πηγήν Πτωθέντα κοσμεῖ τὸν ναὸν τῆς Παρθένου Βασίλειός τε σὺν Κωνσταντίνῳ Λέων.

伊格纳蒂乌斯:题泉水圣母堂 童贞女那倾圯的圣堂, 由巴西尔和莱奥偕君士坦丁一同修饰重光。

110

​Anonymi Epigrammatici εἰς τὸν αὐτὸν εἰς τὸν τροῦλλον, ἐν τῇ ἀναλήψει ἐκ γῆς ἀνελθὼν πατρικόν σου πρὸς θρόνον, τὸν μητρικόν σου, σῶτερ, οἶκον δεικνύεις πηγὴν νοητὴν κρειττόνων χαρισμάτων.

无名氏题铭作家:题同一圣堂穹顶上的升天图 救主啊,你从地上升华至父神的宝座, 便将你母亲的圣所昭示为 更高恩赐的属灵泉源。

​Anonymi Epigrammatici ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν σταύρωσιν ὁ νεκρὸς Ἅδης ἐξεμεῖ τεθνηκότας, κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου.3

无名氏题铭作家:在同一圣堂中,题受难十字架图 化为尸骸的哈得斯将死者倾吐而出, 因他发觉主的肉身乃是令其吐泻之剂。

​Anonymi Epigrammatici εἰς τὸν αὐτὸν ναὸν, εἰς τὴν μεταμόρφωσιν λάμψας ὁ Χριστὸς ἐν Θαβὼρ φωτὸς πλέον, σκιὰν πέπαυκε τοῦ παλαιτάτου νόμου.

无名氏题铭作家:题同一圣堂,题显容图 基督在塔博尔山上绽放胜过光明的光芒, 从而终结了至古律法的暗影。

语法注3 条
  1. 1.105κάτω μὲν ἠνθρώπιζεν ἦν δʼ ὡς ἦν ἄνω

    对照结构(κάτω μὲν ... ἄνω δὲ)与动词省略。与 κάτω(在地上)相配的是未完成体动词 ἠνθρώπιζεν(作为人而生活/行事),而与之相对的 ἄνω(在天上)分句中省略了表语,意为“如其在上原初之所是(即作为神)而在”。以极其凝练的诗句体现了基督神人二性的教义。

  2. 1.108Ἄλφα γὰρ ἀντολίης ἔλαχεν δύσεως δὲ τὸ δέλτα

    动词 ἔλαχεν 带属格补足语的句法关系。Ἄλφα 作 ἔλαχεν 的主语,支配属格 ἀντολίης(东方的);后一分句中主语 τὸ δέλτα 省略了相同的动词,支配属格 δύσεως(西方的)。此处展现了亚当(A-D-A-M)对应四个方位(Anatole, Dysis, Arktos, Mesembria)的首字母析字构词法。

  3. 1.111κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου

    双重宾格(直接宾格与谓语宾格)结构。在分词 εὑρών 下,σάρκα τὴν τοῦ δεσπότου(主的肉身)为直接宾语,而 κάθαρσιν(催吐剂/泻剂/净化物)充当谓语宾格,意为“发觉主的肉身是令其倾吐之剂”,构成了下文哈得斯吐出(ἐξεμεῖ)死者的直接诱因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:1.99-1.112