- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:1.29-1.49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
包含向基督祈求的单行诗组,献给圣母玛利亚和大天使米迦勒的画像题铭与奉献诗,以及描绘基督降生、报喜、访亲、献主、受洗、拉撒路复活等福音书场景的一系列题铭诗。
Anonymi Epigrammatici εἰς τὸν αὐτὸν μονόστιχα χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο. ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις. Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι. χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν. χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸς
无名氏题铭作家:题同一位主,单行诗组 基督啊,求你将恩典施于我的辛劳。 基督亦必成为我诸般劳作的襄助者。 愿基督向我的辛劳伸出援救之手。 基督啊,求你亲自向我赐下丰盛福佑的襄助。 基督啊,求你亲自将恩典赐予我的辛劳……
Anonymi Epigrammatici εἰς τὸν αὐτόν χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων, ἐσθλὰ δίδου χατέουσι, τὰ δʼ οὐ καλὰ νόσφιν ἐρύκοις.
无名氏题铭作家:题同一位主 至福的基督,凡人永不磨灭的光芒,万人的希望啊, 求你将美善之物赐予祈求者,并使不美之事远离。
Anonymi Epigrammatici εἰς τὴν ὑπεραγίαν θεοτόκον Παμμεδέοντα, ἄνασσα, Θεοῖο, γόνον τεόν, υἱόν, ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα, πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέουσα, ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα.
无名氏题铭作家:题至圣上帝之母 王后啊,你以双手抱持着上帝全能的后裔,你的圣子, 连天使亦为之战栗的那一位, 求你为凡人向祂的心意代求,使祂满怀慈恩, 护佑并保全普世安宁无恙。
Anonymi Epigrammatici εἰς τὸν ἀρχάγγελον Μιχαήλ ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖται ἢ δέμας ἢ κραδίην τειρομένων μερόπων καὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγει οὔνομα σόν, Μιχαήλ, ἢ τύπον, ἢ θαλάμους.
无名氏题铭作家:题大天使米迦勒 此处安放着为身心遭受折磨的受苦凡人 所备下的神圣庇佑; 因为令人痛苦的疾患折磨,一闻你的圣名,米迦勒啊, 或见你的圣容、你的圣所,便立时逃散。
Neilus εἰς εἰκόνα τοῦ ἀρχαγγέλου ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον ἀλλὰ καὶ εἰκὼν ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων.
奈卢斯:题大天使的圣像 为无形无相者塑造形态,何等大胆!然而圣像 亦能将心灵引向对属天之事的理智忆念。
Agathias Scholasticus εἰς τὴν αὐτὴν ἐν Πλάτῃ ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς, ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσατο· ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ· οὐκέτι δʼ ἀλλοπρόσαλλον ἔχει σέβας,1 ἀλλʼ ἐν ἑαυτῷ τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ὄμματα δʼ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.
阿加提亚斯·斯科拉斯蒂库斯:题普拉特同一圣像 无形的大使者,在可见的形态中原是无躯体者, 唉,极大胆的蜡却将他塑成! 然而这绝非徒劳无益,因凡人凝视这幅图像, 便将心志引向更崇高的想象; 他不再持有摇摆不定的敬畏,而在自身之中 铭刻下这一形象,如同面对真容一般战栗颤抖; 双目鼓舞了深沉的理智,而丹青之术 深知如何以色彩传递心灵的祈求。
Agathias Scholasticus εἰς τὸν αὐτὸν ἐν τῷ Σωσθενίῳ Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῷ, Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης, τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,2 ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα, αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.
阿加提亚斯·斯科拉斯蒂库斯:题索斯泰尼昂的同一大天使 卡里亚的艾米利亚努斯,以及与他同行的约翰, 法罗斯的鲁菲努斯,与亚细亚的阿加提亚斯, 大使者啊,他们获得了法律研习的第四个年头, 便将自己的画卷奉献于你,至福者啊, 以此祈求此后的顺遂岁月;愿你显现圣容, 指引他们对未来生命的希冀。
Agathias Scholasticus εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ᾗ γέγραπται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε· ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων τῆς δʼ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.3
阿加提亚斯·斯科拉斯蒂库斯:题显贵者兼两任资深执政官狄奥多罗斯的画像,画中绘其在以弗所从大天使手中受领官职之景 虽被塑成形态,大天使啊,求你施恩垂怜;因你的仪容 本是目不能见的;然而这些乃是凡人的献礼; 因狄奥多罗斯乃是从你得享统帅官的束带, 并两度奋进于资深执政官的宝座; 图画乃是他感恩的见证:因他借着丹青, 摹刻下了你们恩典的摹本作为谢礼。
Anonymi Epigrammatici εἰς τὴν Χριστοῦ γέννησιν σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλʼ ἐπὶ μήτρην παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων.
无名氏题铭作家:题基督降生 号角齐鸣,电光闪烁,大地战栗;然而你却迈着悄无声息的步伐, 降临于童贞女的腹中。
Anonymi Epigrammatici εἰς τὸ αὐτό οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος.
无名氏题铭作家:题同一主题 马槽化作了天穹,且比天穹更为宏大; 因为天穹亦不过是这婴孩的造化之工。
Anonymi Epigrammatici εἰς τοὺς ποιμένας καὶ τοὺς ἀγγέλους εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις, οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονε.
无名氏题铭作家:题牧羊人与天使 凡人与天使结成了同一舞班,齐唱同一曲调, 因人与上帝已化为一体。
Anonymi Epigrammatici εἰς τὴν Χριστοῦ γέννησιν οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων, οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.
无名氏题铭作家:题基督降生 马槽化作了天穹,且比天穹更为宏大, 因它所接纳的,乃是属天诸军的主宰。
Anonymi Epigrammatici εἰς τοὺς μάγους οὐκέτι δῶρʼ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε· ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς.
无名氏题铭作家:题东方三博士 三博士不再向火与太阳奉献礼品; 因这婴孩创造了太阳,正如造就了火的辉芒。
Anonymi Epigrammatici εἰς τὸ Βηθλεέμ Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων.
无名氏题铭作家:题伯利恒 接纳吧,伯利恒啊,那位善笃先知曾预言 将从你而出、成为万民领袖的那一位。
Anonymi Epigrammatici εἰς τὴν Ῥαχήλ τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις; Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.
无名氏题铭作家:题拉结 为何,拉结啊,你痛哭着垂下酸楚的泪水? 因看见我的儿女尽遭杀戮,我才垂下泪水。
Anonymi Epigrammatici εἰς τὸν εὐαγγελισμόν χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη· υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις.
无名氏题铭作家:题天使报喜 欢喜吧,蒙恩的少女,至福而贞洁的新娘! 你将在腹中孕育上帝之子,未假人父之种。
Anonymi Epigrammatici εἰς τὸν ἀσπασμόν ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶδε προφήτης σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.
无名氏题铭作家:题圣母访亲 尚在腹中之时,那先知便借着跳动 认出你的后嗣乃是上帝,尊崇的母亲亦献上了颂赞。
Anonymi Epigrammatici εἰς τὴν ὑπαντήν πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα, ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει.
无名氏题铭作家:题献主于圣殿 老者啊,接纳这位比亚当更古老的婴孩吧, 祂必将你从今生解脱,引你进入永不朽坏的生命。
Anonymi Epigrammatici εἰς τὴν βάπτισιν πατρὸς ἀπʼ ἀθανάτοιο μεγασθενὲς ἤλυθε πνεῦμα, υἱὸς ἐπεὶ βαπτίζετʼ Ἰορδάνου ἀμφὶ ῥέεθρα.
无名氏题铭作家:题基督受洗 从不朽之父那里,大能的圣灵降临, 彼时圣子正在约旦河的水流中受洗。
Anonymi Epigrammatici εἰς τὴν μεταμόρφωσιν Ἀδὰμ ἦν ζο
无名氏题铭作家:题主显圣容 亚当曾处在昏暗……
Anonymi Epigrammatici εἰς τὸν Λάζαρον Χριστὸς ἔφη, πρόμολʼ ὧδε· καὶ ἔλλιπε Λάζαρος ᾅδην, αὐαλέῳ μυκτῆρι πάλιν σόον ἆσθμα κομίζων.
无名氏题铭作家:题拉撒路 基督说道: “出来到这里来!” 拉撒路便离弃了冥府, 干瘪的鼻息中再次迎来了完好的生命气息。
- 1.34ἀλλοπρόσαλλον ἔχει σέβας
意为“持有摇摆不定的敬畏”。形容词 ἀλλοπρόσαλλος 原见于荷马史诗,意为“倾倒于一方又倒向另一方的”、“反复无常的”。在此处指凡人面对不可见之神圣存在时游移未定、难以把握的敬意,与下文圣像(τύπος)在心中铭刻后、如临其境般的笃定敬畏形成鲜明对比。
- 1.35τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες
意为“获得了法律研习的第四个年头”。属格 νόμων 修饰 λυκάβαντα(年份)。在晚期帝国(如查士丁尼时期的君士坦丁堡或贝鲁特),法律教育为五年制;此句表明题献者们(包括阿加提亚斯本人)已完成或进入法学学习的第四年。
- 1.36ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν
ἀντετύπωσε(摹刻下/作为呼应予以呈现)的宾语为 μιμηλὴν χάριν。意为“以色彩将你们恩典的摹本刻画出来(以作报答)”。χάρις 既指大天使所降下的“恩典”,亦含有凡人所表达的“谢意”之双关,与动词的前缀 ἀντι-(报偿、相映)相呼应,表明画家兼奉献者以丹青之摹像回应所受的神圣恩宠。
