- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:1.1-1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组由无名氏所作的题铭诗,赞美君士坦丁堡内外诸圣堂与圣所(如圣索菲亚、布拉赫奈、斯图狄奥斯等)的建造、修缮及其赞助者。
Anonymi Epigrammatici εἰς τὸ κιβούριον τῆς ἁγίας Σοφίας ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόνας1 ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.
无名氏题铭作家:题圣索菲亚大殿的圣盖 那些惑众之人曾在此摧毁的圣像, 虔诚的君主们又重新树立起来。
Anonymi Epigrammatici ἐν ταῖς ἁψῖσι τῶν Βλαχερνῶν θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς πάντα διορθοῦσθαι, καὶ κλέος ἐν πολέμοις, μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας, σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.
无名氏题铭作家:题布拉赫奈圣堂的拱顶 神圣的查士丁,索菲亚的丈夫,基督赐予他 整顿万事的大权与战阵中的荣耀; 他看出未识婚娶之母的殿宇正在倾颓, 便清除了朽烂之处,使之稳固地重建起来。
Anonymi Epigrammatici εἰς τὸ αὐτὸ ἐν ταῖς αὐταῖς ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν τοῦτον μητρὶ Θεοῦ, κάλλεϊ λαμπόμενον· ὁπλότερος δὲ μετʼ αὐτὸν Ἰουστῖνος βασιλεύων κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.
无名氏题铭作家:同题,于同处 先前的查士丁为上帝之母建造了 这座光华璀璨、极其壮丽的圣所; 而在他之后执政的年轻查士丁, 更赋予了它胜过往昔的光辉。
Anonymi Epigrammatici εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τῷ Στουδίου τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι, Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ τῶν κάμεν εὕρετο μισθόν,2 ἑλὼν ὑπατηίδα ῥάβδον.
无名氏题铭作家:题斯图狄奥斯修道院的先行者圣堂 斯图狄奥斯为基督的伟大仆人约翰 建造了这座光耀的殿宇;不久之后, 他便手执执政官权杖,获得了辛劳的报偿。
Anonymi Epigrammatici εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου, τοῖς πολυδινήτοις κύμασι μαρνάμενος. οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει, νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον. ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην, πόντῳ ἐπαΐξας, θήκαο φαιδροτέρην.
无名氏题铭作家:题阿曼提乌斯区圣使徒托马斯堂 阿曼提乌斯啊,在大海之中,你抗击着激荡的巨浪, 为上帝筑起了这座屋宇。 南风与北风都无法撼动你神圣的居所, 因为它受着这座神圣殿宇的庇佑。 愿你长享寿考;因为你直面汪洋, 使新兴繁茂的罗马更加光辉夺目。
Anonymi Epigrammatici εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου ἐν τοῖς Σφωρακίου Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.
无名氏题铭作家:题斯波拉基乌斯区圣塞奥多罗斯堂 斯波拉基乌斯逃脱了烈火,为殉道圣人建造了圣堂。
Anonymi Epigrammatici εἰς τὸν αὐτόν Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ αἰεί σοι γεραρὴν τελέει χάριν ὥστε καὶ ἄλλην εὗρε, καὶ ἐν νηῷ σ’ ἀνεθήκατο,3 τὸν κάμες αὐτός.
无名氏题铭作家:呈同一个人 斯波拉基乌斯啊,你的表弟阿纳托利乌斯在你生前 偿还养育深恩时满怀欣喜;在你离世之后, 他仍永恒地向你献上崇高的敬意,以致又想出了新的颂扬方式, 将你的塑像供奉在你亲手建造的圣所之中。
Anonymi Epigrammatici εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων πλησίον τοῦ ἁγίου Σεργίου εἰς τὰ Ὁρμίσδου Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν, ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον4 εὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστὶν ἑλέσθω, τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.
无名氏题铭作家:题霍尔米斯达斯区圣塞尔吉乌斯堂近旁的圣使徒堂 查士丁尼以自己的辛劳尊崇统御万有的基督, 为彼得与保罗建造了 这座赫赫有名的圣所;因为无论谁赐予其仆人赞誉, 便是向主宰君王本身献上了极其崇高的荣光。 在这里,灵魂与双眼皆能即刻获益: 众人皆可在祈祷中求得所需, 亦可因目睹这殿宇的美丽与光辉而心生欢喜。
Anonymi Epigrammatici εἰς τὸν ναὸν τοῦ Ἀρχαγγέλου ἐν Βοθρέπτῳ καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη, Γερράδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.
无名氏题铭作家:题沃特雷普托斯的大天使堂 多谋善断的格拉迪乌斯啊,这也成了你辛劳成就的一桩广受传颂的伟业; 因为你将天使大军统领的 极尽精美的大殿重新显现出来。
- 1.1ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόνας
先行词并入关系从句:整个关系结构 ἃς ... εἰκόνας 作主句谓语动词 ἐστήλωσαν 的直接宾语。
- 1.4τῶν κάμεν εὕρετο μισθόν
关系代词受吸引为属格:τῶν 代替了关系从句内部本应出现的宾格,受先行词 μισθόν 所支配的属格形式影响而变成属格(指“辛苦付出的报酬”)。
- 1.7ὥστε καὶ ἄλλην εὗρε, καὶ ἐν νηῷ σ’ ἀνεθήκατο
ὥστε 引导的结果从句:εὗρε 支配 ἄλλην(承前省 χάριν),与以代词 σʼ 为宾语的 ἀνεθήκατο 并列,表示赞助者在生前报恩之外,又为亡者想出了另一种奉献尊崇的途径。
- 1.8ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον
系动词(ἐστί)省略:副词 ἐνθάδε 标明地点,名词短语 κέρδος ἑτοῖμον 构成句子的谓语部分(即“于此获益现成”)。
