← 佚名

亚里士多德《修辞学》释义残篇

§330.2-332.19

盘问的四种方式与提问规则

本节基于亚里士多德《修辞学》卷三第18章,阐述了对论敌进行盘问的四种主要方式(归于荒谬、盘问公认之事、颠倒至反面、真伪交织)及其实例,并说明了问题应当简洁以及附加上理由等规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.18

18. Ἐρώτα δὲ αὐτὸν τετραχῶς· τοσοῦτοι γάρ εἰσι τῶν ἐρωτήσεων οἱ τρόποι· πολλάκις γὰρ αὗται κατὰ καιρὸν † μὴ γινόμεναι καὶ ὤνησαν καὶ ἔβλαψαν. εἰσὶ δὲ οἱ τρόποι οἵδε· τὸ εἰς ἄτοπον ἀπάγειν, τὸ τὰ ὁμολογούμενα ἐρωτᾶν, καὶ τὸ ἐρωτᾶν τότε, ὅταν μέλλῃς εἰς τοὐναντίον περιτρέπειν, καὶ τὸ ἀληθέσι ψευδῆ συμπλέκοντα πυνθάνεσθαι. [1419 a 1] Εἰς μὲν οὖν τὸ ἄτοπον ἐμβάλλεις τὸν ἀντίδικον ἐρωτήσας οὕτως, ὡς Περικλῆς Λάμπωνα ἤρετο ‘τί ταῦτά ἐστιν’ ‘τὰ δρώμενα ἐν τοῖς μυστηρίοις;’ εἰπόντος δὲ τοῦ Λάμπωνος ὡς ‘οὐχ οἷόν τε ταῦτα τοῖς ἀμυήτοις ἐξαγγέλλειν’, ἀνήρετο ὁ Περικλῆς, εἰ αὐτὸς οἶδεν· † οὐ συμφήσαντος δὲ τοῦ Λάμπωνος ἐν τοῖς ‘οὐχ οἷόν τε ταυτὶ τοῖς ἀμυήτοις ἐξαγγέλλειν’, ‘καὶ πῶς’ εἶπεν ‘ἀτέλεστος ὤν;’ [a 5] Ὁμολογούμενα δὲ ἐρωτήσεις, εἰ τὰ ἐξ ἀνάγκης δοθησόμενα ὑπὸ τῶν ἀντιδίκων πυνθάνοιο, καὶ ὧν ῥηθέντων ἐπὶ τὸ συμπέρασμα εὐθὺς † οὐ χωρήσεις,1 τὰ ὁμολογούμενα εὐθὺς παραλιπών, ὡς Πλάτων ἐν τῇ Σωκράτους ἀπολογίᾳ· λεγόντων γὰρ τῶν κατηγόρων, ὡς Σωκράτης θεοὺς οὐ νομίζει καὶ καινὰ δαιμόνια εἰσάγει, ἀνήρετο αὐτοὺς περὶ τῶν δαιμονίων, εἰ μὴ θεοὺς ἢ θεῶν παῖδας ἡγοῦνται αὐτούς· ὡς δὲ συνέφησαν, ‘ἔστι δέ, ὅστις θεοὺς οὐ νομίζει θεῶν παῖδας νομίζων;’ παρέλιπε γὰρ τὸ αὐτόθεν ὁμολογούμενον, ὅτι ὁ δαιμόνια νομίζων θεοὺς νομίζει. [a 12] Εἰς τὸ ἐναντίον δὲ περιστήσεις, ὡς Λυσίας ἐν τῷ Ἐρατοσθένους· ἐπειδὴ γὰρ ὡμολόγει μὲν ἀπάγειν τὸν ἀδελφὸν αὐτοῦ Πολέμαρχον διὰ τὸ προστάξαι τοὺς τριάκοντα, ὧν εἷς ἦν καὶ αὐτός, ἐρωτηθεὶς δέ, εἰ παρῆν καὶ αὐτὸς προτεθείσης περὶ αὐτοῦ βουλῆς καὶ εἰ ἀντέλεγεν ἢ ἐπῄνει τὰ δοκοῦντα τοῖς ἄλλοις, ὡς δὲ ἔφη καὶ παρεῖναι καὶ ἀντιλέγειν τοῖς ἄλλοις, προσηρώτησεν,2 εἰ ἄδικα πάσχειν ἡγεῖτο αὑτόν, καὶ συγχωρήσαντος ἐπήγαγεν “εἶτα, ὦ σχετλιώτατε πάντων, ἀντέλεγες μέν, ἵνα σώσειας, συνελάμβανες δέ, ἵνα ἀποκτείνῃς;” [a 13] Τελευταῖος δὲ τοῦ ἐρωτᾶν καιρός, ὅταν μὴ ἐγχωρῇ λῦσαι τὴν ἐρώτησιν † σοφιστικῶς ἀποκρινόμενον· οἷον ‘τὰ μὲν ἔστι, τὰ δὲ οὔ’ ἢ ‘πῇ μὲν ἀληθὲς τὸ λεγόμενον, πῇ δὲ ψεῦδός ἐστι’· πρὸς γὰρ τοὺς οὕτως ἀποκριναμένους οἱ ἀκροώμενοι θορυβοῦσιν ὡς ἀποροῦντας καὶ οὐκ ἔχοντας ἀντειπεῖν. [a 16] Δεῖ δὲ παρὰ ταῦτα μηδένα ἄλλον τρόπον ἐρωτήσεων τῶν πρὸς τὸν ἀντίδικον ἐπινοεῖν· ἐνστάντος γὰρ τοῦ ἐρωτωμένου πρὸς ὁτιοῦν, οὐ πρὸς ὁτιοῦν ἡττῆσθαι δόξει. [a 19] Δεῖ δὲ † ὁμοίως ἐρωτᾶν μηδὲ διὰ πολλῶν ἐρωτημάτων περαιοῦσθαι τὰ ἐνθυμήματα· ἀσθενὴς γὰρ ὁ ἀκροατής. Φεύγοντος τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν καὶ ἀνάγκαζε αὐτὸν ἀποκρίνεσθαι· οἵ τε γὰρ φεύγοντες τὰς ἀποκρίσεις ἐγνωκέναι δοκοῦσι καὶ τάχα ἂν εὕροιέν τινα διάλογον βιασθέντες ἀπαντῆσαι πρὸς τὴν ἀπόκρισιν. Ἔστι δὲ ἄλλος τρόπος ἔξω τῶν πρὸς τὸν ἀντίδικον τοῦ ἐρωτᾶν †· τοῦτο δὲ ποιεῖν δεῖ, ὅταν ἴδωμεν τοὺς δικαστὰς συμπεριφερομένους ἡμῖν καὶ ἃ ἡμεῖς ἂν βουληθείημεν ἀποκριναμένους πυνθάνεσθαι καὶ τούτων· τοῦτον γὰρ τὸν τρόπον ἔστιν ἄνευ κινδύνου πάντα συλλογίζεσθαι· ὡς γὰρ αὐτοῦ τοῦ πράγματος ἔχοντος τἀληθὲς οἱ ἀκούοντες καὶ τοῖς ἐξ ἐναντίας † τοῖς ἐρωτῶσι προσομολογεῖν. Δεῖ δὲ καὶ τὰς αἰτίας ἐπιφέρειν ταῖς ἐρωτήσεσι [καὶ ταῖς ἀποκρίσεσιν], αἷς αὐτὸ * ἐρωτῶμεν, οἷον ‘εἰ δέ τίς σε ἔροιτο· τί δήποτε; τοῦτο γὰρ εὔλογον ἢ φύσιν ἔχον ἐστὶ † τοῦ ἀποκρίνασθαι ἢ τοῦ εὐνοϊκῶς ἔχοντος τῇ πόλει· καὶ γὰρ ἡδὺ καὶ ἀκριβέστερον οὕτω φαίνεται.’ χρήσῃ δὲ καὶ τούτῳ τῷ ὀργάνῳ πανταχοῦ. Εἰσὶν οὖν τῶν ἐρωτήσεων οὗτοι οἱ τρόποι· τὸ τὰ ὁμολογούμενα ἐρωτᾶν, τὸ εἰς ἄτοπον ἐμβαλεῖν τὸν ἐρωτώμενον, καὶ τὸ ἐρωτᾶν τότε, ὅτε εἰς τοὐναντίον μέλλῃς περιστήσειν, καὶ ἀληθέσι ψευδῆ συμπλέκοντα ἐρωτᾶν, καὶ μὴ διὰ πολλῶν ἐρωτήσεων συμπεραίνειν τὸν συλλογισμόν, καὶ αὐτὸν ἐρωτᾶν, ὅταν ἴδωμεν καὶ τοὺς δικαστὰς συμπεριφερομένους ἡμῖν, καὶ τὸ μετὰ προσθέσεως τῆς αἰτίας ἐρωτᾶν.

18. 你当以四种方式盘问他;因为盘问的方式便有这么多;因为这些方式若不合时宜地提出,往往既有利又有害。这些方式如下:归于荒谬、盘问已被公认的事理、在你将要颠倒至反面时进行盘问、以及将虚假之事与真实之事交织在一起予以探询。[1419 a 1] 于是,你通过像伯里克利盘问兰彭那样提出问题,将对手陷于荒谬:伯里克利问“在秘仪中所行的这些事是什么?”兰彭说“这些事不可向未入秘仪者泄露”,伯里克利便追问他自己是否知晓;在“不可向未入秘仪者泄露这些事”当中,当兰彭不肯承认[自己不知]时,伯里克利说:“那你作为一个未入秘仪者,又是如何[知晓的]呢?”[a 5] 如果你探询那些对手必然会承认之事,而在这些话被陈述后,你随即省略公认之事,并不立即走向结论,那么你便是在盘问公认之事,正如柏拉图在《苏格拉底的申辩》中所作的那样;因为当原告们说苏格拉底不信诸神并引入新的神异力量时,他便就这些神异力量向他们盘问,问他们岂不认为这些神异力量是诸神或诸神之子;当他们表示赞同后,他说:“难道有人认同诸神之子,却不认同诸神吗?”因为他省略了那显然被公认的事实:认同神异力量者必认同诸神。[a 12] 你若要颠倒至反面,正如吕西亚斯在《驳埃拉托色尼》中所作的那样;因为埃拉托色尼虽承认自己逮捕了吕西亚斯的兄弟波勒马耳科斯是出于三十僭主的命令(他本人也是三十人之一),但被问及关于波勒马耳科斯议事时他本人是否在场、以及是对其他人的主张提出异议还是表示赞同,当他声称自己既在场又向其他人提出了异议时,[吕西亚斯]进一步追问他是否认为波勒马耳科斯受了不公之罪,在他承认之后,吕西亚斯便反驳道:“那么,你这所有人中最卑劣的人,你提出异议是为了救他,却又逮捕他是为了杀他吗?”[a 13] 盘问的最后一个时机,是无法通过诡辩式的回答来化解问题的时候;例如回答说“有些事是,有些事不是”,或者“所说之事在某种程度上为真,在某种程度上为假”;因为对着这样回答的人,听众们会起哄喧嚷,视其为穷途末路而无言以对者。[a 16] 除此之外,绝不可再构想其他针对对手的盘问方式;因为被盘问者若在任何事情上进行抗辩,他都不会被认为在任何事情上被击败。[a 19] 应当同样进行盘问,不可通过过多的问题来完结修辞推论;因为听众是脆弱的。当被盘问者回避回答时,也要强迫他回答;因为回避回答的人显得心知肚明,如果被迫去面对回答,他们或许能找到某种应对之辞。除了针对对手之外,还有另一种盘问的方式;当我们看到审判官们顺从于我们并回答出我们所希望的事情时,也应当向他们探询;因为通过这种方式,可以毫无危险地推论一切;因为犹如事情本身具有真实性一样,听众们也会站在提问者一边,共同认同来反对对立的一方。并且,还应当在盘问中附加上原因,我们正是凭借这些原因来提出问题的,例如说“如果有人问你:究竟是为什么?因为对于回答者或对城邦怀有善意的人而言,这是合乎情理或符合天性的;因为如此一来,显得既悦人又更准确。”你在所有场合都可以使用这个工具。因此,盘问的方式就是这些:盘问公认之事、将受盘问者陷于荒谬、在将要颠倒至反面时进行盘问、将虚假之事与真实之事交织在一起进行盘问、不通过过多的问题来得出推论、当我们看到审判官们也顺从于我们时盘问他、以及附加上原因来进行盘问。

语法注2 条
  1. 1.0.18ὧν ῥηθέντων ἐπὶ τὸ συμπέρασμα εὐθὺς † οὐ χωρήσεις

    ὧν ῥηθέντων 是带关系代词的属格独立结构,意为“当这些话被陈述时”。虽然否定词 οὐ 在传抄文本中带有剑号(因为亚里士多德原文 1419a5 是主张直接得出结论),但从句法上看,ὧν ῥηθέντων 作为状语从句修饰动词 χωρήσεις。

  2. 1.0.18ἐπειδὴ γὰρ ὡμολόγει μὲν ἀπάγειν τὸν ἀδελφὸν αὐτοῦ Πολέμαρχον ... προσηρώτησεν

    这是一个复杂的长句倒置结构:在从属从句 ἐπειδὴ ... ὡμολόγει μὲν 之后,相继插入了分词短语 ἐρωτηθεὶς δέ ... 和从句 ὡς δὲ ἔφη,最终导向主句的主要动词 προσηρώτησεν。分词 ἐρωτηθεὶς 修饰埃拉托色尼,而主句省略的主语是控告者吕西亚斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg003.humanitext-grc1:330.2-332.19