- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:96.29-98.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫注解了波菲利《导论》的开篇语句,通过连接词“也”阐释该书的用处,并在讨论五种普遍概念的排列顺序之前,论述了普遍与个别的区别以及个别事物被称为“不可分者”的原因。
p. 1,3 Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι1 τί γένος καὶ τί διαφορὰ τί τε εἶδος καὶ τί ἴδιον καὶ τί συμβεβηκός, εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως. Καὶ ἰδοὺ διὰ μὲν τοῦ εἰπεῖν καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει κατηγοριῶν διδασκαλίαν ἐδήλωσεν ὅτι οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας χρησιμεύει τὸ παρὸν σύγγραμμα ἀλλὰ καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν· ὁ γὰρ καί σύνδεσμος καὶ ἄλλου τινός ἐστι δηλωτικός, οἷον ὡς ὅταν εἴπωμεν ‘καὶ γράφει’· ἐὰν γὰρ εἴπωμεν μετὰ τοῦ καί συνδέσμου, δηλοῦμεν ὅτι καὶ ἄλλο τι ποιεῖ. οὕτως οὖν εἰπὼν μετὰ τοῦ καὶ συνδέσμου καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν ἐδήλωσεν ὅτι καὶ εἰς ἄλλο τι χρησιμεύει. εἰπὼν δὲ τοῦ γνῶναι τί διαφορὰ καὶ τί εἶδος καὶ τὰ ἑξῆς ἐδήλωσε τὸν σκοπόν· σκοπὸν γὰρ ἔχει περὶ τούτων διαλαβεῖν. εἰπὼν δὲ εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως τὸν τρίτον τρόπον τοῦ χρησίμου ἐδήλωσε, τοῦτ’ ἔστιν ὅτι χρησιμεύει τὸ παρὸν σύγγραμμα καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους, εἰς τὴν διαιρετικὴν ὁριστικὴν ἀποδεικτικὴν καὶ ἀναλυτικήν. παραδίδωσι δὲ καὶ τὸν διδασκαλικὸν τρόπον, ὡς ἐν τοῖς ἑξῆς μαθησόμεθα. ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δὲ ζητῆσαι διὰ τί οὕτως ἐποιήσατο τὴν τάξιν ὁ Πορφύριος τῶν πέντε φωνῶν, τοῦτ’ ἔστι διὰ τί πρῶτον τὸ γένος ἔθηκε καὶ δεύτερον τὴν διαφορὰν τρίτον τὸ εἶδος τέταρτον τὸ ἴδιον καὶ πέμπτον τὸ συμβεβηκός. ἀλλὰ πρὸ τούτου ὀλίγα τινὰ ἔξωθεν εἴπωμεν. ἰστέον ὅτι ἐπειδὴ τὰ μερικὰ ἄλλοτε ἄλλως ἔχουσι καὶ ἀεὶ ἐν φθορᾷ εἰσι καὶ ἐν ἀλλαγῇ καὶ στάσεως οὐδεμιᾶς μετέχουσι, τούτου χάριν ἡ φιλοσοφία μιμουμένη τὴν φύσιν ἐπενόησε τὰ καθόλου, ἅτινα ἀεὶ ὡσαύτως ἔχουσιν (ἀεὶ γὰρ ὁ καθόλου ἄνθρωπος ὡσαύτως ἔχει), περὶ ἃ καὶ καταγίνεται. τὰ δὲ μερικὰ λέγεται καὶ καθ’ ἕκαστον καὶ ἄτομα. καὶ καθ’ ἕκαστον μὲν λέγεται, ἐπειδὴ δύναται ἕκαστον τούτων καθ’ ἑαυτὸ παραλαμβάνεσθαι, ἄτομα δὲ λέγονται, οὐκ ἐπειδὴ οὐ τέμνονται (τέμνονται γὰρ ὡς ὅλον εἰς μέρη· τέμνεται γὰρ 〈ὁ Σωκράτης〉 εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν), ἀλλ’ ἄτομα λέγονται, ἐπειδὴ ὥσπερ τὸ γένος διαιρεῖται εἰς εἴδη, οἷον τὸ ζῷον εἰς ἄνθρωπον ἵππον καὶ κύνα, καὶ τὰ εἴδη εἰς ἄτομα, οἷον ὁ καθόλου ἄνθρωπος εἰς Σωκράτην Πλάτωνα Ἀλκιβιάδην, τὸν αὐτὸν τρόπον οὐ διαιρεῖται ταῦτα εἰς τέλειά τινα· εἰ γὰρ καὶ ὁ Σωκράτης διαιρεῖται εἰς χεῖρας πόδας καὶ κεφαλήν, ἀλλ’ οὖν εἰς τέλειά τινα οὐ διαιρεῖται· οὔτε γὰρ ἡ χεὶρ καθ’ ἑαυτὴν οὖσα τέλειόν τί ἐστιν οὔτε ὁ ποὺς καθ’ ἑαυτὸν ὢν οὔτε ἡ κεφαλὴ καθ’ ἑαυτὴν οὖσα. διὰ τοῦτο οὖν λέγεται ταῦτα ἄτομα, ἐπειδὴ ὡς εἴρηται οὐ διαιροῦνται εἰς τέλειά τινα. πάλιν ἄτομα λέγεται, ἐπειδὴ διαιρούμενα οὐ σῴζει τὸ οἰκεῖον εἶδος· καὶ γὰρ Σωκράτης διαιρούμενος εἰς χεῖρας πόδας καὶ κεφαλὴν οὐ σῴζει τὸ οἰκεῖον εἶδος· οὐ γὰρ ἡ χεὶρ κατ’ ἰδίαν λέγεται Σωκράτης οὔτε ὁ ποὺς οὔτε ἡ κεφαλή, ἀλλ’ ἅμα πάντα τὰ μέρη. διὰ τοῦτο δὲ τὰ ἄτομα διαιρούμενα οὐ σῴζει τὸ οἰκεῖον εἶδος, ἐπειδὴ ὡς ὅλον εἰς μέρη διαιροῦνται, τὰ δὲ ὡς ὅλον εἰς μέρη διαιρούμενα οὐ σῴζει τὸ οἰκεῖον εἶδος· ἐὰν γὰρ διαιρεθῶσιν, οὐκέτι φυλάττουσι τὸ αὐτὸ εἶδος, ὅπερ εἶχον καὶ πρότερον. λέγουσι δέ τινες ὅτι κακῶς λέγετε τὰ ὡς ὅλον εἰς μέρη διαιρούμενα μὴ σῴζειν τὸ οἰκεῖον εἶδος·2 ἰδοὺ γὰρ ὁ καθόλου ἄνθρωπος ὅλον τι ὢν διαιρεῖται εἰς τοὺς κατὰ μέρος ἀνθρώπους, οἷον εἰς Σωκράτην Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ φυλάττει τὸ αὐτὸ εἶδος· καὶ γὰρ ὁ Σωκράτης ἄνθρωπός ἐστι καὶ ὁ Πλάτων ὁμοίως καὶ ὁ Ἀλκιβιάδης.
“克律萨奥里奥斯啊,由于为了学习亚里士多德的《范畴篇》,认识什么是属、什么是种差、什么是种、什么是固有属性、什么是偶性也是必需的,并且为了给出定义,以及总体上为了关于划分和论证的事情也是必需的。” 看哪,他通过说“为了学习亚里士多德的《范畴篇》也是[必需的]”,表明了本著作不仅对亚里士多德的《范畴篇》有用,而且对整个哲学也有用。因为连接词“也”还指示着某种其他事物,正如我们说“他也写字”时那样;因为如果我们连同连接词“也”一起说,我们就表明他还在做别的什么事。因此,他连同连接词“也”一起说了“为了学习亚里士多德的《范畴篇》也是”,从而表明了它对某种其他事物也是有用的。而通过说“认识什么是种差、什么是种”等等,他表明了目的;因为他的目的是论述这些事情。而通过说“并且为了给出定义,以及总体上为了关于划分和论证的事情”,他表明了用处的第三种方式,也就是说,本著作对辩证方法也是有用的,即对划分法、定义法、论证法和分析法有用。他还传授了教学的方式,正如我们在下文中将学到的那样。关于这些事情就谈到这里。 值得探究的是,波菲利为何这样安排这五种语音的顺序,也就是说,为何他把属放在第一,把种差放在第二,把种放在第三,把固有属性放在第四,把偶性放在第五。但在此之前,让我们先讲几句题外话。应当知道,既然个别事物时而处于这种状态,时而处于那种状态,并且总是在毁灭和变化之中,丝毫不享有任何静止,因此哲学模仿自然构想出了普遍事物,它们总是处于相同的状态(因为普遍的人总是处于相同的状态),而哲学所从事的正是这些普遍事物。而个别事物也被称为“逐个的事物”和“不可分者”。它们被称为“逐个的事物”,是因为它们每一个都能被单独把握;而它们被称为“不可分者”,并不是因为它们不能被切割(因为它们像整体被切割成部分那样被切割;实际上[苏格拉底]被切割为双手、双脚和头部),而是被称为“不可分者”,是因为正如属被划分为种(例如动物被划分为人、马和狗),种被划分为不可分者(例如普遍的人被划分为苏格拉底、柏拉图、阿尔基比亚德),以同样的方式,这些[不可分者]不能被划分为某些完整的事物;因为即使苏格拉底被切割为双手、双脚和头部,但他无论如何不是被划分为某些完整的事物;因为手单独存在既不是某种完整的事物,脚单独存在也不是,头单独存在也不是。因此,由于如前所述它们不能被划分为某些完整的事物,这些事物被称为“不可分者”。它们再次被称为“不可分者”,是因为它们在被切割时不保持固有的种;因为苏格拉底在被切割为手、脚和头时,也不保持固有的种;因为单凭手既不能被称为苏格拉底,脚和头也不能,而是所有部分同时存在才被称为苏格拉底。而不可分者在被切割时不保持固有的种,是因为它们是作为整体被划分为部分的,而作为整体被划分为部分的事物不保持固有的种;因为它们一旦被划分,就不再保留它们此前所具有的同一个种。但有些人说,你们说“作为整体被划分为部分的事物不保持固有的种”是不对的;因为看哪,普遍的人作为一个整体被划分为各个个别的人,例如被划分为苏格拉底、柏拉图和阿尔基比亚德,却依然保持着同一个种;因为苏格拉底是人,柏拉图同样也是,阿尔基比亚德也是。
- 2.1.1Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι
属格绝对结构。无人称表达式 ἀναγκαῖόν ἐστιν(……是必需的)在此转化为属格绝对结构,冠词不定词 τοῦ γνῶναι(认识)在属格中充当其主语。或者,τοῦ γνῶναι 也可理解为受 ἀναγκαίου 支配的属格补足语;无论何种解读,它都是 Ὄντος ἀναγκαίου 的句法核心补足语。
- 2.1.1τὰ ὡς ὅλον εἰς μέρη διαιρούμενα μὴ σῴζειν τὸ οἰκεῖον εἶδος
由动词 λέγετε(你们说)所支配的宾格加不定词结构。实体化分词短语 τὰ ... διαιρούμενα 担任不定词 σῴζειν 的逻辑主语(宾格主语),否定词 μή 否定间接引语中的从属不定词。
