- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:120.8-121.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯完成了亚里士多德关于万物始基为一的论证,借助密仪譬喻阐明哲学的五个阶梯(逻辑学、伦理学、自然学、数学、神学),并讨论第六个序论主题,即听讲者在道德生活与心灵和谐上应达到的状态(小宇宙)。
καὶ εἰ μὲν μιᾶς, ἐντεῦθεν μία ἐστὶν ἡ ἀρχή, εἰ δὲ πλειόνων, ἢ τεταγμένων ἢ ἀτάκτων. οὐ παύσομαι τὰ αὐτὰ πολλάκις ἀνακυκλῶν καὶ ἐπ’ ἀπείρῳ,1 τοῦ ἀπείρου δὲ μὴ ὄντος, μία ἄρα τοῦ παντὸς ἡ ἀρχή. ἢ καὶ ἄλλως· ὅτι ἡ ἀρχὴ ἢ μία ἢ πολλαί. καὶ εἰ μὲν πολλαί, ἢ τὰ αὐτὰ παράγουσιν ἢ ἕτερα. καὶ εἰ μὲν τὰ αὐτά, περίεργος ἡ μία τῆς ἄλλης πάντα παραγούσης καὶ περιττὴ ἡ μία, εἰ δὲ ἕτερα, ἀτελὴς ἑκατέρα· λείπει γὰρ τῇδε τὰ παραγόμενα ὑπὸ τῆσδε. οὐδὲν δὲ τὸ θεῖον ἀτελὲς οὐδέποτε· μία ἄρα τοῦ παντὸς ἀρχή. καὶ ταύτην βούλεται ποιητικὴν εἶναι οὐρανίων καὶ τῶν ὑπὸ τὴν σελήνην· εἰ γὰρ καὶ ἅμα θεὸς ἅμα κόσμος, ἀλλ’ οὖν κατ’ αἰτίαν προϋπάρχει ὁ θεὸς τοῦ κόσμου, καὶ οὐκ ἐκ τοῦ αὐτομάτου ὁ κόσμος ἀλλὰ τὸν θεὸν ἔχει αἴτιον, ὥσπερ καὶ ὁ ἥλιος τοῦ οἰκείου φωτὸς προϋπάρχει κατ’ αἰτίαν. εἰ δέ τις ἐρεῖ ὅτι πολλαὶ ἀρχαὶ κατὰ Ἀριστοτέλην (ὅσα γὰρ τὰ κύκλῳ κινούμενα, τοσαῦτα καὶ ἀκίνητα· λέγει γὰρ ταῖς ἑπτὰ σφαίραις ἑπτὰ νοῦς ἐφεστάναι καὶ κινεῖν, αὐτοὺς δὲ ἀκινήτους εἶναι), ἀλλὰ καὶ οὕτως μία ἀρχή· ἐξηρτημένοι γάρ εἰσι πάντες οἱ ὑποβεβηκότες νόες τοῦ ἑνὸς τοῦ κινοῦντος τὴν ἀπλανῆ. εἰ δὲ ἐρεῖς ‘καὶ διὰ τί τὸν νοῦν λέγει τὴν πρωτίστην ἀρχὴν καὶ μὴ τὸ ἀγαθόν, ὡς ὁ Πλάτων;’, ἐπίστασο ὅτι καὶ μετὰ τὰ φυσιολογικὰ θεολογῶν εὐθὺς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ εὐλόγως τὸν νοῦν φυσικωτέραν ἀρχὴν εἶπεν, ἐπεὶ οἶδε καὶ αὐτὸς τὸ ἀγαθὸν τὴν μίαν τοῦ ὄντος ἀρχήν, ὡς δηλοῖ τὸ προοίμιον τῆς Ἠθικῆς αὐτοῦ πραγματείας ἔχον οὕτως ‘πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ἔτι δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.’ διὸ καὶ καλῶς ἀπεφήναντο τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. ἰστέον δὲ ὅτι ἀεὶ θεολογῶν ὁ Ἀριστοτέλης φυσιολογεῖ (εἰ γὰρ καὶ περὶ κινούμενα ἡ φυσιολογία περὶ δὲ ἀκίνητα ἡ θεολογία, ἀλλ’ οὖν τὰ ἀκίνητα, φημί, τῶν διὰ κινήσεώς εἰσιν αἴτια), ὥσπερ ἀνάπαλιν ὁ Πλάτων ἀεὶ φυσιολογῶν θεολογεῖ, πανταχοῦ παρεγκυκλῶν τὸ δόγμα τῶν ἰδεῶν. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον. Πέμπτον δὲ κεφάλαιον ἦν, ἐν ᾧ ἐζητοῦμεν τίνες αἱ μεταξὺ ὁδοί. δεῖ δὲ εἰδέναι ὅτι πέντε εἰσὶ βαθμοὶ τῆς φιλοσοφίας, λογικὴ ἠθικὴ φυσικὴ μαθηματικὴ θεολογία. ἄκρα μὲν ἐν τούτοις δύο, λογικὴ καὶ θεολογία, μέσα δὲ τὰ λοιπά. καὶ τούτων τὰ μὲν περιρραντηρίοις καὶ θειώσεσιν ἔοικε, τὰ δὲ προτελείοις καὶ αὐταῖς ταῖς μυήσεσι· περιρραντηρίοις μὲν γὰρ καὶ θειώσεσιν ἔοικεν ἡ ἠθικὴ ἀποκαθαίρουσα τὴν ψυχὴν τῶν μοχθηρῶν δογμάτων, ἵνα τεταγμένη οὖσα καθαρὰ ᾖ καὶ καθαρᾷ προσομιλήσῃ τῇ φιλοσοφίᾳ (ἡ γὰρ τάξις πρὸς τῷ ἑνί, ἡ δὲ ἀταξία πρὸς τῷ πλήθει), προτελείοις δὲ ἔοικεν ἡ φυσική· εἰ γὰρ καὶ ἀκίνητα ζητοῦμεν ἐν τῇ θεολογίᾳ κινούμενα δὲ ἐν τῇ φυσιολογίᾳ, ἀλλ’ οὖν κινήσεως αἴτια τὰ θεῖα καὶ ἐκ τῶν κινουμένων εἰς ἔννοιαν ἐρχόμεθα τῶν νοητῶν· τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν. αὐτοῖς δὲ τοῖς τελείοις ἔοικεν ἡ μαθηματικὴ ὥσπερ κλῖμάξ τις καὶ γέφυρα διαβιβάζουσα ἡμᾶς ἀπὸ τῶν πάντῃ ἐνύλων ἐπὶ τὰ πάντῃ ἄυλα. τοῦτο δὲ πάντως ὅλον τέμενος ἡ Ἀριστοτέλους φιλοσοφία, ἡ δὲ λογικὴ τριγχοῦ δίκην φρουρεῖ τὰ ἐν αὐτῇ θεωρήματα. Ἐν τῇ παρούσῃ πράξει ζητήσωμεν τὸ ἕκτον καὶ ἕβδομον κεφάλαιον· ἥκομεν γὰρ ὑμᾶς τε καὶ ἡμᾶς ἐξετάσοντες. ζητείσθω δὲ ἐν τῷ ἕκτῳ κεφαλαίῳ ὁποῖον δεῖ εἶναι τὸν ἀκροατὴν τῷ τε βίῳ καὶ τῇ γνώσει, ἐν δὲ τῷ ἑβδόμῳ ὁποῖον δεῖ καὶ τὸν ἐξηγητήν. ἔστω τοίνυν ὁ μὲν ἀκροατὴς κατὰ ζωὴν τεταγμένος καὶ μικρὸς κόσμος, ἵνα διὰ μὲν τῆς ἐν αὐτῷ τάξεως τὴν μίαν τοῦ παντὸς ἀρχὴν γνῷ (ἡ γὰρ τάξις πρὸς τῷ ἑνὶ ἡ δὲ ἀταξία πρὸς τῷ πλήθει), διὰ δὲ τοῦ ἐν αὐτῷ μικροῦ κόσμου τὸν ὅλον κόσμον ἐπιγνῷ. ἔσται δὲ μικρὸς κόσμος, εἰ ὥσπερ ἐν τῷ κόσμῳ τὰ κρείττονα τῶν χειρόνων ἄρχει·2 αἰσχρὸν γὰρ ἀνδρί τινι ἢ μορίῳ κρατεῖσθαι ὑπὸ τοῦ χείρονος, ὥς φησιν ὁ Πλάτων, διὸ κρατείτω μὲν ὁ λόγος τοῦ θυμοῦ ὁ θυμὸς δὲ τῆς ἐπιθυμίας· κοσμεῖ γὰρ τὸν μὲν λόγον φρόνησις τὸν 〈δὲ〉 θυμὸν ἀνδρεία τὴν δὲ ἐπιθυμίαν ἡ σωφροσύνη· τούτου γε εὖ ἔχοντος καὶ ἰδιοπραγοῦντος ἐπιφαίνεται ἡ δικαιοσύνη, οὐκ ἐν τῷδε τῷ μορίῳ οὖσα τῆς ψυχῆς ἢ τῷδε ἀλλ’ οἷον ἁρμονία τις οὖσα τούτων καὶ τὸ ἐπιγινόμενον εἶδος. τοιοῦτος μὲν ἔστω κατὰ ζωήν.
如果是由单一原因,由此可知始基为一;如果是由多数原因,它们要么是有秩序的,要么是无秩序的。我将不得不把同样的话循环往复多次乃至陷入无穷,但既然无穷是不可能的,因此万物的始基为一。或者也可以换一种方式证明:始基要么是一,要么是多。如果是多,它们所产生的要么是相同的事物,要么是不同的事物。如果是相同的事物,既然其中一个产生了一切,另一个就是多余的,且一个是赘疣;如果是不同的事物,则每一个都是不完全的,因为这一个缺乏那一个所产生的事物。但神圣之物绝不会在任何方面是不完全的;因此万物的始基为一。而且[亚里士多德]意图让这一始基成为天界事物以及月下界事物的动力因;因为即便神与宇宙同时存在,但在原因上神先于宇宙存在,宇宙并非出于偶然,而是以神为原因,正如太阳在原因上也先于其自身的光芒存在一样。但如果有人说,根据亚里士多德有许多始基(因为有多少作圆周运动的事物,就有同样多的不动之物;因为他说有七个理智掌管并运动七个天球,而它们自身是不动的),然而即便如此始基仍为一;因为所有居于下位的理智都依附于运动恒星天球的那一个单一理智。如果你说:“那他为什么将理智、而不像柏拉图那样将善称为最初的始基呢?”,你要知道,他在自然哲学论著之后紧接着在《形而上学》论著中进行神学探讨时,合乎情理地将理智称为更属自然哲学的始基,因为他自己也知道善是存在的单一始基,正如他《伦理学》论著的序言所表明的那样,其文如下:“每种技艺与每种探究,以及同样地每种行为与抉择,似乎都以某种善为目的。”因此人们妥当地断言,善就是万物所企求的目标。应当明白的是,亚里士多德在进行神学探讨时总是带有自然哲学的特征(因为即便自然哲学探讨运动之物而神学探讨不动之物,但不动之物,我说,正是那些经由运动而存在之物的原因),正如相反地柏拉图在探讨自然哲学时总是带有神学特征,处处穿插循环着理念的学说。第四个主题也就包含在这些内容之中。 第五个主题是探究其间的中介道路是什么。应当知道,哲学有五个阶梯:逻辑学、伦理学、自然学、数学、神学。其中两端为两门,即逻辑学与神学,其余则是中介。在这些当中,有的犹如洒圣水盘与硫磺熏蒸,有的则犹如预备仪式与秘仪本身。伦理学清除灵魂中的恶劣见解,犹如洒圣水盘与硫磺熏蒸,以便使灵魂井然有序而成为纯洁者,并与纯洁的哲学相交接(因为秩序归属于一,而混乱归属于多);自然学则犹如预备仪式,因为即便我们在神学中探究不动之物,在自然哲学中探究运动之物,但神圣之物正是运动的原因,我们正是从运动之物走向对可知观念的把握;因为不可见之物从可见之物中最快得到辨识。数学犹如某种梯子和桥梁,把我们从全然质料之物引渡到全然非质料之物,它犹如秘仪本身。而这整个全然是亚里士多德哲学的圣域,逻辑学则如石墙一般守卫着其中的诸定理。 在当下的这堂讲课中,让我们探究第六和第七个主题;因为我们来此是要考察你们以及我们自己的。在第六个主题中且让我们探究听讲者在生活与知识上应当是怎样的,在第七个主题中且探究注解者应当是怎样的。因此,听讲者在生活上应当井然有序且成为一个小宇宙,以便通过其内在的秩序认识万物的单一始基(因为秩序归属于一,而混乱归属于多),并通过其内在的小宇宙认识整个大宇宙。而且,如果正如在宇宙中较优者统治较劣者那样[在他身上也是如此],他就会成为一个小宇宙;因为正如柏拉图所说,对任何一个人或部分而言,被较劣者所统御都是可耻的;因此让理性统治激情,让激情统治欲望。因为明智整饬理性,勇敢整饬激情,节制整饬欲望;当这些状态良好并各司其职时,正义便显现出来,它不在灵魂的这一个或那一个部分中,而是作为这些部分的一种和谐以及后起的相。在生活上他且应当是这样的人。
- 1.0οὐ παύσομαι τὰ αὐτὰ πολλάκις ἀνακυκλῶν καὶ ἐπ’ ἀπείρῳ
补充性分词 ἀνακυκλῶν 依附于 οὐ παύσομαι,表示假定陷入无穷倒退的论证过程(“我将不得不循环往复……”)。它与紧接着的属格绝对结构 τοῦ ἀπείρου δὲ μὴ ὄντος(“但既然无穷是不可能的”)相配合,构成了归谬法,以此否定始基的多样性。
- 1.0εἰ ὥσπερ ἐν τῷ κόσμῳ τὰ κρείττονα τῶν χειρόνων ἄρχει
省略性条件从句结构。在 εἰ 从句中省略了主谓核心(“在他身上也是优者统御劣者”),仅保留了比较副词从句 ὥσπερ... ἄρχει。被省略的内容由前文的 ἔσται δὲ μικρὸς κόσμος 以及后文的祈使句 διὸ κρατείτω... 可以明确补足。
