← 小奥林匹奥多罗斯

亚里士多德《逻辑学》导论及《范畴篇》注释

§19.35-21.13

扬布里柯对范畴篇目的的调停

通过引用扬布里柯的调停,本节论证了《范畴篇》的目的并非孤立地关乎语声、事物或思想概念中的某一个,而是关乎“通过中间的思想概念来指示事物的语声”,即相互关联中的三者整体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0#2

καὶ οὕτω μὲν αἱ τρεῖς αἱρέσεις τὸ οἰκεῖον ἐξ αὐτοῦ τοῦ φιλοσόφου πιστούμεναι προΐεσαν. ὁ δὲ θεῖος Ἰάμβλιχος, ἐπιγενόμενος ὕστερον, φησὶ πρὸς αὐτοὺς ὅτι μάχεσθε, ἄνθρωποι, μὴ μαχόμενοι·1 καὶ γὰρ καὶ ἀληθεύετε καὶ οὐκ ἀληθεύετε· ἀληθεύει γὰρ ἕκαστος ὑμῶν λέγων τοῦτον εἶναι τὸν σκοπὸν τοῦ Ἀριστοτέλους, ψεύδεται δέ, ὅτι τοῦτον λέγει καὶ μόνον [ἢ περὶ φωνῶν μόνως εἴρηται ἢ περὶ νοημάτων μόνον ἢ περὶ πραγμάτων μόνον]. ὥσπερ εἴ που ὁριζόμενός τις τὸν ἄνθρωπον εἴποι αὐτὸν ἢ ζῷον μόνον εἶναι ἢ λογικὸν ἢ θνητὸν μόνον, ἀληθεύει μέν, ἐπειδὴ ταῦτα ἔστιν ὁ ἄνθρωπος, ψεύδεται δὲ ἓν ἕκαστον μόνον εἶναι λέγων τὸν ἄνθρωπον· οὕτω καὶ ὁ περὶ φωνῶν μόνον ἢ περὶ πραγμάτων ἢ περὶ νοημάτων μόνον οἰόμενος τὸν Ἀριστοτέλη λέγειν κατορθοῖ τι καὶ οὐ κατορθοῖ· κατορθοῖ μέν, ἐπειδὴ μερικῶς πως ἥψατο τοῦ σκοποῦ, οὐ κατορθοῖ δέ, ἐπειδὴ μὴ τελείως ἠδυνήθη ἀποδοῦναι τὸν σκοπὸν τοῦ συγγράμματος· ἔστιν οὖν τῷ ὄντι ὁ σκοπὸς τοῦ Ἀριστοτέλους οὔτε περὶ φωνῶν μόνον οὔτε περὶ νοημάτων μόνον οὔτε περὶ πραγμάτων μόνον, ἀλλὰ περὶ τῶν τριῶν ἅμα, φωνῶν, νοημάτων, πραγμάτων· οὐδὲ γὰρ δυνατὸν περὶ ἑνὸς διαλεχθῆναι ἄνευ τῶν λοιπῶν. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐρωτήσωμεν τοὺς περὶ φωνῶν καὶ μόνον λέγοντας αὐτὸν ζητεῖν ὅτι οἱ βουλόμενοι τὸν Ἀριστοτέλη διαλεχθῆναι περὶ φωνῶν, περὶ ποίων ἄρα βούλεσθε;2 ἀσήμων ἢ σημαντικῶν; ἀσήμων μὲν οὐδαμῶς· γραμματικῆς γὰρ ἴδιον τὰς τοιαύτας σκοπεῖν, οἷς οὐδὲν διαφέρει τὸ σκινδαψὸς καὶ Ὅμηρος κατὰ κλίσιν. οὐκοῦν εἰ μὴ περὶ ἀσήμων ἐστὶν αὐτῷ ὁ λόγος, περὶ σημαντικῶν ἄρα. ἀλλ’ ἐπειδὴ αἱ σημαντικαὶ φωναὶ πραγμάτων εἰσὶ σημαντικαί, καὶ περὶ πραγμάτων ἄρα ζητεῖ· ταῦτα δὲ ἄκρα, ὡς ἄνω δέδεικται· ὁ δὲ περὶ τῶν ἄκρων διαλεγόμενος καὶ τὰ μέσα περιλαμβάνει, ἅπερ ἐστὶ τὰ νοήματα· καὶ περὶ νοημάτων ἄρα ἐστὶν αὐτῷ ὁ λόγος. οὐκοῦν ἔχομεν ἀναφανὲν ἡμῖν τέως τοῦτο, ὅτι ὁ περὶ φωνῶν διαλεγόμενος καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων διαλέγεται. πάλιν οἱ περὶ πραγμάτων λέγοντες εἶναι τὸν σκοπὸν καὶ μόνων τῷ Ἀριστοτέλει ἐρωτῶσιν ἡμῖν ἀποκρινέσθωσαν· πῶς περὶ πραγμάτων αὐτὸν λέγετε διαλέγεσθαι; ἆρα περὶ πραγμάτων ᾗ πράγματα ἢ ὡς ὑπὸ φωνῶν σημαινομένων; οὐ δήπου ἐρεῖτε αὐτὸν περὶ πραγμάτων ᾗ πράγματα ἔχειν τὸν σκοπὸν ἐν τούτῳ·3 πρώτης γὰρ φιλοσοφίας ἔργον ἐστὶ τοῦτο. οὐκοῦν ὡς ὑπὸ φωνῶν σημαινομένων. * * ζητεῖ ταῦτα· οὐ δήπου γὰρ δακτύλῳ δείκνυσι ταῦτα φιλοσοφῶν· οὐκοῦν καὶ περὶ φωνῶν ἐστιν αὐτῷ ὁ λόγος. ἀλλ’ ἐπειδὴ σημαίνουσι τὰ πράγματα αἱ φωναὶ διὰ μέσων νοημάτων, καὶ περὶ νοημάτων ἐστὶν ἄρα αὐτῷ φροντίς. καὶ πάλιν ἀναπέφανται ἡμῖν τὸ ἐξ ἀρχῆς, ὅτι ὁ περὶ πραγμάτων διαλεγόμενος καὶ περὶ τῶν λοιπῶν διαλέγεται. ἀλλὰ δὴ καὶ οἱ περὶ νοημάτων λέγοντες αὐτὸν ἔχειν τὸν σκοπὸν εἰς μέσον ἀγέσθωσαν· ἐρωτητέον γὰρ αὐτοὺς ὅτι οἱ περὶ νοημάτων βουλόμενοι τὸν Ἀριστοτέλην διαλαβεῖν, ποίων ἄρα νοημάτων; ἆρα τῶν ἐπὶ ψιλῇ ἐπινοίᾳ; οὐδαμῶς. οὐκοῦν τῶν σημαινόντων. τί σημαίνουσι δέ; τὰ πράγματα· δῆλον ἄρα ὅτι καὶ περὶ πραγμάτων διαλέγεται. καὶ ἐπειδὴ μὴ μόνον σημαίνουσιν, ἀλλὰ καὶ σημαίνονται ὑπὸ τῶν φωνῶν, δῆλον ἄρα καὶ περὶ φωνῶν διαλεχθήσεται. καὶ ἄλλως· εἰ δέδεικται ὅτι μέσα τὰ νοήματα φωνῶν καὶ πραγμάτων, ὁ περὶ τῶν μέσων διαλεγόμενος πῶς οὐ διαλεχθήσεται καὶ περὶ τῶν ἄκρων; ἐκ τούτων τοίνυν ἔχομεν ὡς ἔστιν ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων. φωνὰς μὲν οὖν ᾗ φωναὶ σκοπεῖν γραμματικῆς ἔργον, νοήματα δὲ ᾗ νοήματα τῆς περὶ ψυχῆς πραγματείας, πράγματα δὲ ᾗ πράγματα τῆς πρώτης φιλοσοφίας· ἐπεὶ τοίνυν τὸ παρὸν βιβλίον οὔτε πρώτη ἐστὶ φιλοσοφία οὔτε ψυχῆς θεωρία οὔτε γραμματικὸν σύγγραμμα, οὐ σκοπήσει τὰ πράγματα ᾗ πράγματα οὐδὲ τὰ νοήματα ᾗ νοήματα οὐδὲ τὰς φωνὰς ᾗ φωναί, ἀλλὰ σκοπήσει τὰς φωνὰς ὡς σημαινούσας πράγματα διὰ μέσων νοημάτων. οὐκοῦν σκοπὸς τῶν Κατηγοριῶν διαλεχθῆναι περὶ φωνῶν πράγματα σημαινουσῶν διὰ μέσων νοημάτων,4 καὶ ἁπλῶς εἰπεῖν, περὶ φωνῶν καὶ πραγμάτων καὶ νοημάτων διαλέγεται κατὰ τὴν πρὸς ἄλληλα σχέσιν.

于是,这三个学派各自从哲学家本人那里确证并提出了自己的主张。但在后代出现的神圣的扬布里柯对他们说:“人们啊,你们是在不争中相争;因为你们既说了真话,又没有说真话。因为你们每个人说这就是亚里士多德的目的,都是说了真话;但在说仅仅是这个时[或者说仅仅论述了语声,或者仅仅论述了思想概念,或者仅仅论述了事物],则是说了假话。正如若有人在定义人时说人仅仅是动物,或者仅仅是理性的,或者仅仅是必死的,就人是这些而言他说了真话,但在说人仅仅是其中每一单项时则是说了假话;同样,认为亚里士多德仅仅谈论语声、或仅仅谈论事物、或仅仅谈论思想概念的人,也是部分击中而部分未击中:就他在某种程度上局部地触及了目的而言是击中了,但就他未能完全揭示该著作的目的而言则是未击中。因此实际上,亚里士多德的目的既非仅仅关于语声,亦非仅仅关于思想概念,亦非仅仅关于事物,而是同时关于这三者,即语声、思想概念和事物;因为抛开其余两者而单独论述其中之一是根本不可能的。” 为了说明情况确是如此,让我们去问那些声称他完全且仅仅探究语声的人:“那些希望亚里士多德论述语声的人,你们究竟希望是关于哪种语声呢?是无意义的还是有意义的?”绝不是关于无意义的;因为考察这类语声是文法学的本分,对于文法学家而言,‘斯金达普索斯’和‘荷马’在屈折变化上没有任何区别。因此,如果他的论述不是关于无意义的语声,那么就是关于有意义的语声。但既然有意义的语声是事物的指示者,那么他也探究事物;而正如前文所表明的,这些是两端;论述两端的人也包含了中介者,即思想概念;因此他的论述也关乎思想概念。于是,我们暂时得出了向我们显明的这一点:论述语声的人,也是在论述思想概念和事物。 再次,那些说亚里士多德的目的唯独关乎事物的人,应当在我们提问时回答:“你们说他是怎样论述事物的呢?究竟是作为事物本身的事物,还是作为被语声所指示的事物?”你们绝不会说他在此书中把事物本身作为目的;因为这是第一哲学的工作。因此,是作为被语声所指示的事物。[……]他探究这些;因为在从事哲学思考时他绝不可能用手指来指点这些事物;因此他的论述也是关于语声的。但既然语声是通过中间的思想概念来指示事物,那么他的关注也必然关乎思想概念。于是,从一开始就确立的命题再次向我们显明:论述事物的人,也是在论述其余两者。 而且,那些说他的目的关乎思想概念的人也应当被引到中间来;因为必须问他们:“那些希望亚里士多德论述思想概念的人,究竟是关于何种思想概念呢?是出于纯粹空想的思想概念吗?”绝不是。“那么就是关于具有指示作用的思想概念。而它们指示什么呢?”事物;“因此显然他也论述事物。并且,既然它们不仅指示事物,而且也被语声所指示,那么显然他也将论述语声。”换一种方式说:如果已经表明思想概念介于语声和事物之间,那么论述中间者的人怎么会不同时论述两端呢?因此根据这些,我们得出《范畴篇》的目的关乎语声、思想概念和事物。 考察语声本身是文法学的工作,考察思想概念本身是关于灵魂的著述的工作,而考察事物本身则是第一哲学的工作;因此,既然眼前的书籍既非第一哲学,亦非灵魂考察,亦非文法学著作,它便不会考察事物本身,也不会考察思想概念本身,更不会考察语声本身,而是将考察通过中间的思想概念来指示事物的语声。因此,《范畴篇》的目的是论述通过中间的思想概念来指示事物的语声,简而言之,就是按照相互之间的关联来论述语声、事物和思想概念。

语法注4 条
  1. 6.0μάχεσθε, ἄνθρωποι, μὴ μαχόμενοι

    带有否定词 μή 的分词 μὴ μαχόμενοι 构成悖论性或让步/样态性的修辞表达,表明他们虽然实际上没有实质性的分歧(或者说只是各自执着于同一整体的不同侧面),却在表面上相互争论。

  2. 6.0ἐρωτήσωμεν τοὺς περὶ φωνῶν καὶ μόνον λέγοντας αὐτὸν ζητεῖν ὅτι οἱ βουλόμενοι τὸν Ἀριστοτέλη διαλεχθῆναι περὶ φωνῶν, περὶ ποίων ἄρα βούλεσθε;

    这里的 ὅτι 起引导直接引语的引用标记(recitativum)作用。引语中的带冠词分词 οἱ βουλόμενοι 作呼格使用(呼格性独立主格),紧随其后的是与之相应的人称动词第二人称复数 βούλεσθε。

  3. 6.0οὐ δήπου ἐρεῖτε αὐτὸν περὶ πραγμάτων ᾗ πράγματα ἔχειν τὸν σκοπὸν ἐν τούτῳ

    这是由主动词 ἐρεῖτε(λέγω 的将来时)支配的“带宾格的不定式”结构,其中宾格代词 αὐτόν 作不定式 ἔχειν 的逻辑主语指代亚里士多德,而 τὸν σκοπόν 则是不定式 ἔχειν 的宾语。

  4. 6.0διαλεχθῆναι περὶ φωνῶν πράγματα σημαινουσῶν διὰ μέσων νοημάτων

    不定式 διαλεχθῆναι 作为表语性/说明性不定式,具体阐述名词 σκοπός 的内涵。属格分词 σημαινουσῶν(阴性属格复数)修饰 φωνῶν,并带有宾语 πράγματα(中性宾格复数)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:19.35-21.13