- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:63.24-64.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德《前分析篇》第1卷第21章(39b7–40a2)关于第三格中可能、实然与必然混合推论的内容,讨论了有效推论的总数(18个)、结论的模态性质、第五式通过归谬法的证明及避免四次换位的原因,以及“全称”一词的指涉对象。
Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. Ὀκτωκαίδεκα γίνονται συλλογισμοί· οἱ γὰρ ἓξ διπλασιάζονται παρὰ τὴν τάξιν τῶν τρόπων καὶ προστίθενται ἕτεροι ἓξ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχοντες. διὰ τὰ αὐτὰ δὲ καὶ τῆς ἑξῆς μίξεως τοσοῦτοί εἰσι συλλογισμοί. ἴδιον δὲ τῶν δύο τούτων μίξεων τὸ μίαν καθόλου εἶναι καὶ τὴν ἐλάττονα καταφατικήν, ἐὰν μὴ ἐνδεχομένη ᾖ ἀλλ’ ὑπάρχουσα ἢ ἀναγκαία.1
“如果一前提为实然,另一前提为可能。” 产生十八个推论;因为根据模态的次序,那六个推论增加了一倍,并且又加上另外六个具有可能否定小前提的推论。由于同样的原因,接下来的混合推论也是这么多。这两种混合的固有特征在于,一前提为全称,且若小前提不是可能命题而是实然或必然命题,则小前提为肯定命题。
Καὶ οὐχ ὅτι ὑπάρχει. καίτοι ὑπάρχον συνάγεται τῆς ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης. ἢ οὐκ ἀεὶ συνάγεται ὑπάρχον, ἀεὶ δ’ ἐνδεχόμενον· τὸ γὰρ κοινόν.2
“并且不是说它属于。” 然而当实然前提为全称否定时,结出的是实然命题。或者这是因为,实然并非总是被结出,而可能是总是被结出的;因为[他取了]共同者。
Συλλογισμὸς δ’ ἐστὶ τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὃν καὶ ἐν τοῖς πρότερον· ὡς γὰρ ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι, οὕτως καὶ νῦν ἐπὶ τῶν μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος κυρίως ἐνδεχόμενον συνάγεται, εἰ μὴ τύχῃ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις οὖσα.
“当诸词项的关系方式与先前相同时便有推论。” 因为正如在第一格和第二格中那样,现在在可能与实然的混合中,除非实然前提恰好为全称否定,否则结出的也是本义上的可能命题。
Ὅτε γὰρ ἡ ἑτέρα τῶν προτάσεων. ἔδει μὲν εἰπεῖν ὅτι τὸ κυρίως ἐνδεχόμενον συνάγεται, ἐπειδὴ ἀνῆκται εἰς τρόπον τοῦ πρώτου σχήματος μὴ ἔχοντα καθόλου ἀπόφασιν ὑπάρχουσαν· ὁ δὲ ἀντὶ τούτου φησὶν νῦν, καὶ ἑξῆς δὲ τὸ αὐτὸ ἐρεῖ, ὅτι ἐνδεχόμενον συνάγεται, ἐπειδὴ δέδεικται ἐν πρώτῳ σχήματι τῇ χείρονι ἑπόμενον τὸ συμπέρασμα3 ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος.
“因为当诸前提之一……时。” 既然它已被归约为第一格中不具有实然全称否定的一种式,他本应说结出的是本义上的可能命题;但他现在取而代之所说的——在下文中他也将说同样的话——是结出了可能命题,因为在第一格中已经证明,在可能与实然的混合中结论遵从较弱的一方。
Εἰ δ’ ἡ μὲν κατάφασις καθόλου ἡ δ’ ἐν μέρει στερητική. τὸν πέμπτον τρόπον, ὅς ἐστιν ἐκ τοῦ παντὶ καὶ οὐ παντί, τὸν ἔχοντα τὴν καθόλου ὑπάρχουσαν τὴν δὲ μερικὴν ἐνδεχομένην δι’ ἀδυνάτου δείκνυσιν οὕτως· τὸ Α οὐ παντὶ τῷ Γ ἐνδεχομένως· τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως· λέγω ὅτι τὸ Α τῷ Β οὐ παντὶ ἐνδέχεται· εἰ γὰρ μή, τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως· τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· τῇ γὰρ μείζονι ἕπεται τὸ συμπέρασμα ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου· ἀλλὰ καὶ ἐνδέχεται μὴ παντὶ τὸ Α τῷ Γ· ὅπερ ἀδύνατον. ἀλλὰ [καὶ] διὰ τί τὸν τρόπον τοῦτον οὐκ ἔδειξε δι’ ἀντιστροφῆς; ἢ ὅτι πολλῶν ἀντιστροφῶν ἐδέετο· τεσσάρων γάρ· ἔδει γὰρ τὴν μείζονα πρότασιν τὴν οὐ παντὶ ποιῆσαι τινί, εἶτα τὴν τινὶ πρὸς ἑαυτὴν ἀντιστρέψαι κατὰ τὴν ἁπλῆν, εἶτα τὸ συμπέρασμα τὸ τινὶ πρὸς ἑαυτὸ ἀντιστρέψαι, εἶτα μεταλαβεῖν αὐτὸ εἰς τὸ οὐ παντί, ἵνα μὴ κατάφασις συναχθῇ ἐκ καταφάσεως καὶ ἀποφάσεως.4
“如果肯定是全称的,而否定是特称的。” 对于由“属于所有”与“不属于所有”构成、具有实然全称前提与可能特称前提的第五式,他通过归谬法证明如下:设Α可能地不属于所有Γ;设Β实然地属于所有Γ;我说Α可能不属于所有Β。因为如果不这样,则Α必然属于所有Β,而Β实然属于所有Γ;因此Α必然属于所有Γ;因为在第一格中,在实然与必然的混合中结论遵从大前提;但Α本来也可能不属于所有Γ;这是不可能的。但是,他为何没有通过换位来证明这一式?这是因为它需要多次换位,即四次;因为必须将“不属于所有”这一大前提变为“属于某一”,随后将“属于某一”根据简单换位对自身进行换位,接着将“属于某一”这一结论对自身进行换位,随后再将其转换为“不属于所有”,以免由肯定命题和否定命题结出肯定命题。
Ἡ ἐν τοῖς καθόλου καὶ διὰ τῶν αὐτῶν ὅρων. ἀλλ’ οὐκ εἶπεν ὅρους ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου ἐνδεχομένων ἀλλ’ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων. ἢ τὰς ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων καθόλου καλεῖ νῦν ὡς δι’ ὅλου τὸ ἐνδεχόμενον ἐχούσας.
“在全称前提中的那个以及通过相同的词项。” 然而对于两前提皆为全称可能命题的情形,他并未给出词项,而是对于两前提皆为特称可能命题的情形给出了词项。或者,他现在将两前提皆为特称可能命题的情况称为“全称”,是因为它们在整体上都具有可能模态。
- 15.1ἐὰν μὴ ἐνδεχομένη ᾖ ἀλλ’ ὑπάρχουσα ἢ ἀναγκαία
条件从句 ἐὰν μὴ ... ᾖ 的主语是前文的 τὴν ἐλάττονα(小前提);它指明了第三格的规则限制:虽然可能小前提可以是否定命题,但小前提若是实然或必然的,则必须是肯定命题。
- 15.2τὸ γὰρ κοινόν
此处为省略了谓语动词(如 ἔλαβεν)的简略句,当理解为“[因为他取了]共同者”。意指即使全称否定实然前提结出实然结论,实然者亦涵括在可能者之中,故亚里士多德使用了适用于两者的共同名称“可能”。
- 15.4τῇ χείρονι ἑπόμενον τὸ συμπέρασμα
这是与被动语态 δέδεικται 连用的主格补足分词结构,以 τὸ συμπέρασμα 为主语,ἑπόμενον 为谓词分词。它表达了传统模态逻辑的规则:“结论遵从较弱(peior)的前提”。
- 15.5ἵνα μὴ κατάφασις συναχθῇ ἐκ καταφάσεως καὶ ἀποφάσεως
由 ἵνα μή 引导的否定目的从句,意为“以免由肯定命题和否定命题结出肯定命题”。它解释了为何在换位步骤中一度呈肯定形式(“属于某一”)的结论,最终必须再次转换为“不属于所有”,以维持有否定前提时结论不得为肯定的论规。
