← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§26.3-27.33

名词与动词的结合与分离中的真假

安摩尼乌针对《解释篇》16a9的引文,通过归纳和对陈述性论说的分析阐明:真与假不附随于单纯概念,而是附随于名词与动词的结合(肯定)与分离(否定),并补充指出更高的智性真理超越了结合与分离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Ἔστι δὲ ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον,1 οὕτω καὶ ἐν τῇ φωνῇ· περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος. τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι· οὔτε γὰρ ψεῦδος οὔτε ἀληθές πω. σημεῖον δ’ ἐστὶ τοῦδε· καὶ γὰρ ὁ τραγέλαφος σημαίνει μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἂν μὴ τὸ εἶναι ἢ μὴ εἶναι προστεθῇ, ἢ ∣ ἁπλῶς ἢ κατὰ χρόνον." Τὸ χρήσιμον τῶν ῥηθέντων πρὸς τὴν πρόθεσιν τῆς προκειμένης πραγματείας διὰ τούτων παραδίδωσιν ὁ φιλόσοφος· λέγει γὰρ ὅτι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖται μὲν ἔν τε τοῖς νοήμασι καὶ τοῖς ἐν τῇ φωνῇ, οὐ μέντοι τοῖς ἁπλοῖς, ἀλλὰ τοῖς συνθέτοις. καὶ ἅμα τὴν ἀναλογίαν ἡμᾶς διδάσκει τῶν φωνῶν πρὸς τὰ νοήματα, τοῖς μὲν ἁπλοῖς νοήμασιν ἐοικέναι λέγων τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ περὶ μηδέτερα τούτων μήτε ἀλήθειαν θεωρεῖσθαι μήτε ψεῦδος, τοῖς δὲ σύνθεσιν ἢ διαίρεσιν ἐπιδεχομένοις νοήμασι τὸν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἢ ὡς συντιθεμένων ἢ ὡς διαιρουμένων συμπεφορημένον λόγον,2 ὧν ἑκατέρῳ ἀνάγκη τούτων θάτερον ὑπάρχειν, ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. Ὅτι μὲν οὖν τῶν ἁπλῶν νοημάτων οὐδὲν οὔτε ἀληθείας οὔτε ψεύδους ἐστὶ δεκτικόν, ἐκ τῆς ἐπαγωγῆς φανερόν· ὁ γὰρ προχειριζόμενος ἐν ἑαυτῷ τὸ περὶ τοῦ Σωκράτους νόημα οὔτε ἀληθὲς οὔτε ψεῦδος οὐδὲν ἐνόησεν, ἐὰν μὴ προστεθῇ αὐτῷ τὸ βαδίζειν ἢ ἀναγινώσκειν ἢ εἶναι· τότε γὰρ ἂν μὲν τύχῃ τὸ πρᾶγμα οὕτως ἔχον, ὡς ἡ ἐπίνοια δοξάζει, ἀληθὲς ἔσται τὸ νόημα, εἰ δέ τοῦ πράγματος ἄλλως ἔχοντος τὸ ἀντικείμενον ἡ ψυχὴ δοξάζει καὶ μὴ βαδίζοντος φέρε τοῦ Σωκράτους ἡμεῖς ἐπινοοῦμεν αὐτὸν βαδίζοντα, ψεύδεσθαι ἀνάγκη. ὁμοίως δὲ τούτοις δῆλον ὅτι καὶ τὰ κατὰ τὴν φωνὴν ἔχει· ὁ γὰρ τὸ ὄνομα τοῦ Σωκράτους μυριάκις φθεγξάμενος οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶπεν, οὐδὲ ὁ τὸ ‘βαδίζει’ ῥῆμα καθ’ ἑαυτὸ λέγων· ὁ μέντοι συντιθεὶς ἄμφω καὶ λέγων ‘Σωκράτης βαδίζει’ ἢ ἀληθὲς εἶπεν ἢ ψεῦδος. καὶ ὁ ἀναιρῶν μέντοι τὸ βαδίζειν ἀπὸ τοῦ Σωκράτους (ἣν ἀναίρεσιν αὐτὸς διαίρεσιν ἐκάλεσεν ὡς χωρίζουσαν τὸ κατηγορούμενον ἀπὸ τοῦ ὑποκειμένου διὰ τοῦ ἀρνητικοῦ μορίου διαιρετικοῦ τινος ὀργάνου χρείαν ἐν τῷ λόγῳ ποιοῦντος) καὶ λέγων ‘Σωκράτης οὐ βαδίζει’ λόγον πάλιν εἶπεν ἀληθείας ἢ ψεύδους δεκτικόν. διόπερ ὁ Ἀριστοτέλης οὕτως εἶπε περὶ γὰρ σύνθεσιν καὶ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, σύνθεσιν μὲν καλῶν τὴν κατάφασιν διαίρεσιν δὲ τὴν ἀπόφασιν, εἴτε ἐν ψυχικαῖς ἐπινοίαις εἴτε ἐν προφορικοῖς λόγοις θεωροῖντο. ἡ μὲν οὖν ἀλήθεια καὶ τὸ ψεῦδος πάντως περὶ σύνθεσιν ἢ διαίρεσιν, οὐ μέντοι πᾶσα σύνθεσις ἢ διαίρεσις θατέρου τούτων ἐστὶ δεκτική· καὶ γὰρ ὁ εὐχόμενος ἢ ἄλλῳ τινὶ λόγῳ παρὰ τὸν ἀποφαντικὸν χρώμενος συντίθησιν ὀνόματά τε καὶ ῥήματα, μηδὲν μήτε ἀληθὲς μήτε ψεῦδος λέγων· ἀλλὰ δεῖ τὴν σύνθεσιν ἢ τὴν διαίρεσιν ὑπαρκτικὴν εἶναι, τοῦτ’ ἔστι δηλωτικὴν τοῦ ἄλλο ἄλλῳ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὅπερ περὶ μόνον τὸν ἀποφαντικὸν λόγον θεωρεῖται. οὐ μὴν οὐδὲ κατὰ τὸν ἀποφαντικὸν λόγον ἡ τυχοῦσα τῶν ὀνομάτων πρὸς τὰ ῥήματα συμπλοκὴ τέλειον ποιήσει λόγον, τοῦτ’ ἔστιν ἀληθῆ ἢ ψευδῆ· ἀμέλει αἱ τοῦ ὀνόματος πτώσεις τῷ ἔστι συμπλεκόμεναι οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος σημαίνουσιν, ἀλλ’ ἤτοι ἡ τοῦ ἔστι συμπλοκὴ πρὸς τὰ κατὰ τὴν εὐθεῖαν λεγόμενα ὀνόματα, ἢ ἐν ταῖς πλαγίαις ἡ πρὸς τῷ κατηγορουμένῳ συμφόρησις τῶν ἀρκούντων πρὸς γένεσιν αὐτοτελοῦς λόγου,3 ὡς ὅταν εἴπωμεν ‘Σωκράτους ἐστὶ τὸ βιβλίον’. δῆλον οὖν ὅτι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος περὶ μόνον τὸν ἀποφαντικὸν θεωρηθήσεται λόγον καὶ τὰ τούτου εἴδη, τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, ὑπὲρ ὧν πρόκειται νῦν αὐτῷ πραγματεύσασθαι. ὥστε μάλιστα κατορθοῖ ἡ τοῦ Ἀφροδισιέως ἐξήγησις πρὸς τοῦτο λέγουσα τείνειν τὴν παραδοθεῖσαν τῶν πραγμάτων καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν θεωρίαν. ταῦτα μὲν οὖν ταύτῃ. Δεῖ δὲ ἐφιστάνειν ὅτι μὴ πᾶσαν ἀλήθειαν ὁ φιλόσοφος περὶ σύνθεσιν ἔχειν ἢ διαίρεσιν ἀποφαίνεται4 (ποία γὰρ ἂν εἴη σύνθεσις ἢ διαίρεσις ἐπὶ τῆς νοητῆς παρὰ Πλάτωνι καὶ αὐτῷ μέντοι τῷ Ἀριστοτέλει λεγομένης ἀληθείας τῆς κατὰ τὴν ὕπαρξιν τῶν ὄντως ὄντων ἁπλουστάτων ὄντων θεωρουμένης ἢ τῆς κατὰ τὴν νοερὰν αὐτῶν ἀντίληψιν ὑφισταμένης πάσης τε πρὸς τὸ ψεῦδος ἀντιθέσεως ἐξῃρημένης, ὑπὲρ ἧς καὶ αὐτὸς ἔν τε τῇ Θεολογικῇ διείλεκται πραγματείᾳ καὶ ἐν τῷ τρίτῳ βιβλίῳ τῶν Περὶ ψυχῆς;

“正如在灵魂中,有时存在不带有或真或假的思考,有时则已经存在必然具有二者之一的思考,在声音中也是如此;因为真与假都关涉结合与分离。因此,名词自身和动词类似于没有结合与分离的思考,例如‘人’或‘白’,当没有附加任何东西时;因为它尚未是假,也尚未是真。此点的一个证据如下:即便是‘鹿马’也确实表示某种东西,但尚未是真或假,除非附加了单纯意义上的或依时间而言的‘存在’或‘不存在’。” 哲学家通过这些话传达了所说之物对于眼前论著之旨趣的用处;因为他说,真与假既在思考中也在声音中的事物中被考察,但并非在单纯之物中,而是在复合之物中。同时,他教导了我们声音对于思考的类比,说明名词和动词类似于单纯的思考,关于二者中的任何一个都既不考察真实也不考察虚假;而由名词和动词不论作为结合还是作为分离所汇集而成的论说,则[类似于]接受结合或分离的思考,对于二者中的每一个,都必然具有这两者之一,即或真或假。 因此,单纯思考无一能接受真或假,这通过归纳是显而易见的;因为在自身中提出关于苏格拉底的思考的人,若‘散步’或‘阅读’或‘存在’没有被附加于它,便没有思考任何或真或假的东西。因为在那时,如果事情恰好如构想所断定的那样,这思考便将是真的;但如果事情是另一回事,灵魂却断定相反者,例如苏格拉底并未散步,而我们却构想他正在散步,则必然是假的。显而易见,声音方面的事态也与这些相似;因为即便将苏格拉底的名字念上一万遍的人,也既未说出任何真也未说出任何假,而单独说出动词‘散步’的人也是如此;然而,将二者结合起来并说‘苏格拉底散步’的人,则要么说了真话,要么说了假话。此外,将散步从苏格拉底身上剥离的人(他自己称这种剥离为‘分离’,因为它是通过在论说中起着某种分离工具作用的否定小词,将谓项从主项中分离出来),并说‘苏格拉底不散步’的人,同样说出了接受真或假的论说。因此亚里士多德这样说:‘因为真与假都关涉结合与分离’,将肯定称为‘结合’,将否定称为‘分离’,不论它们是在灵魂的构想中还是在口头的论说中被考察。 因此,真与假固然完全关涉结合或分离,但并非一切结合或分离都能接受二者之一;因为祈愿者,或使用除陈述性论说之外的其他某种论说的人,也结合了名词和动词,却没有说出任何或真或假的话;而是结合或分离必须是存在性的,也就是说,能够指明一物属于或不属于另一物,而这仅仅在陈述性论说中被考察。当然,即便在陈述性论说中,名词与动词的任何偶然结合也不会构成一个完备的论说,即构成真或假的论说;显而易见,名词的斜格与‘是’相结合时,既不表示真也不表示假,而是要么‘是’与依主格而言的名词结合,要么在斜格的情况下,在谓项之外还汇集了足以生成自足论说的要素,例如当我们说‘这本书属于苏格拉底’时。因此显而易见,真与假仅仅关涉陈述性论说及其诸种(即肯定与否定)而被考察,关于这些种,正是摆在他面前现在要探讨的课题。因此,阿弗罗狄西亚的亚历山大的解释最为中肯,他说关于事物、思考和声音的既定考察正是指向这一目标的。关于这些事情就到此为止。 但是必须注意,哲学家并非断言一切真理都关涉结合或分离(因为在柏拉图处乃至在亚里士多德自己处所说的智性真理中,能有什么结合或分离呢?这种真理是依最单纯的真正存在者的实存而被考察的,或者是依对它们的理智领会而成立的,完全超出了与虚假的一切对立,关于这种真理,他自己在《神学论著(形而上学)》和《论灵魂》第三卷中也都探讨过)。

语法注4 条
  1. 1.4ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον

    关系代词与格 ᾧ 以前文的 νόημα 为先行词,构成‘对于此[思考]而言,二者(真或假)之一必然属于它’的结构。副词 ἤδη 在与前文 ὁτὲ μέν 相对的 ὁτὲ δέ 结构中,强调了从单纯概念向必然具备真假特性的阶段的推进与确立。

  2. 1.4τοῖς δὲ σύνθεσιν ἢ διαίρεσιν ἐπιδεχομένοις νοήμασι τὸν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἢ ὡς συντιθεμένων ἢ ὡς διαιρουμένων συμπεφορημένον λόγον

    在对比结构(τοῖς μὲν... τοῖς δέ...)中,后半句承前省略了不定式 ἐοικέναι(类似于)。与与格短语 τοῖς δὲ... νοήμασι 相对,宾格短语 τὸν... συμπεφορημένον λόγον 充当省略了的不定式的逻辑主语(宾格不定式结构)。

  3. 1.4ἀλλ’ ἤτοι ἡ τοῦ ἔστι συμπλοκὴ πρὸς τὰ κατὰ τὴν εὐθεῖαν λεγόμενα ὀνόματα, ἢ ἐν ταῖς πλαγίαις ἡ πρὸς τῷ κατηγορουμένῳ συμφόρησις τῶν ἀρκούντων πρὸς γένεσιν αὐτοτελοῦς λόγου

    承接前文否定主句‘οὐ μὴν οὐδὲ... ἡ τυχοῦσα... συμπλοκὴ τέλειον ποιήσει λόγον’(并非任何偶然的结合都能构成完备的论说),在由 ἀλλ’ ἤτοι... ἢ... 引导的两个选择性主语短语之后,动词短语(τέλειον ποιεῖ/ποιήσει λόγον)在句法上被省略。

  4. 1.4Δεῖ δὲ ἐφιστάνειν ὅτι μὴ πᾶσαν ἀλήθειαν ὁ φιλόσοφος περὶ σύνθεσιν ἔχειν ἢ διαίρεσιν ἀποφαίνεται

    无人称动词 δεῖ 支配不定式 ἐφιστάνειν(提请注意),由此引出 ὅτι 从句。在 ὅτι 从句中,动词 ἀποφαίνεται 支配宾格加不定式结构(πᾶσαν ἀλήθειαν... ἔχειν),此处否定词使用 μὴ 而非 οὐ,是对间接引语中陈述内容的否定用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:26.3-27.33