- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:1.2-3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯论述了在开始学习哲学前掌握其定义的必要性,并基于学科的主旨对象与终极目的对哲学的诸种定义进行分类与阐述。
Μέλλοντας ἡμᾶς ἄρχεσθαι φιλοσόφων λόγων ἀναγκαῖόν ἐστι μαθεῖν1 τί ποτέ ἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του πρότερον μαθεῖν τί ὂν τυγχάνει· οὕτω γὰρ καὶ σπουδαιότερον ἀντιλήψεται τοῦ πράγματος. μανθάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὁρισμῶν. καὶ πῶς δυνατὸν δι’ ὁρισμοῦ μαθεῖν πρᾶγμα ἀγνοουμένου τοῦ τί ἐστιν ὁρισμός; ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοῦ πράγματος φύσιν. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὅρων· ὥσπερ γὰρ ἐκεῖνοι περιλαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων, οὕτω καὶ οἱ ὁρισμοὶ περιλαμβάνουσι τὸ πρᾶγμα καὶ χωρίζουσι τῶν ἄλλων ἁπάντων. δεῖ τοίνυν ὁρισμὸν τῆς φιλοσοφίας εἰπεῖν, ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμανθάνομεν, ὅτι γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων· ὁμοίως καὶ ῥητορικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμάθομεν, ὅτι ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δεῖ οὖν καὶ τῆς φιλοσοφίας τὸν ὁρισμὸν μαθεῖν, αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις τοὺς ὁρισμοὺς παρέχουσα. Πᾶσα οὖν ἐπιστήμη καὶ πᾶσα τέχνη ὑποκείμενόν τι ἔχει καὶ τέλος. ὑποκείμενον μὲν οὖν ἐστι περὶ ὃ καταγίνεται, τέλος δὲ οὗ στοχάζεται καὶ ὃ βούλεται κοσμεῖν·2 οἷον ὁ ἰατρὸς ἔχει ὑποκείμενα μὲν τὰ ἀνθρώπεια σώματα (περὶ γὰρ ταῦτα καταγίνεται), τέλος δὲ τὸ ὑγιάσαι ταῦτα (τούτου γὰρ στοχάζεται), ὁμοίως καὶ ὁ τέκτων ὑποκείμενον μὲν ἔχει τὸ ξύλον, τέλος δὲ τὸ ποιῆσαι ἀβάκιον. οἱ ὁρισμοὶ οὖν λαμβάνονται ἢ ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ καὶ ἀπὸ συναμφοτέρου· ἐκ μὲν τοῦ ὑποκειμένου ὡς ὅταν εἴπωμεν ‘ἰατρική ἐστιν τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη’, ἐκ δὲ τοῦ τέλους ὡς ὅταν εἴπωμεν ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη ὑγείας περιποιητική’. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα ἔχει ὑποκείμενον τὰ οὐράνια σώματα, τέλος δὲ τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν καὶ τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς· καὶ οὕτω δυνησόμεθα τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι. ἰστέον οὖν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι περί τινα μερικὰ καταγίνονται, οἷον ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα, ἡ ἀστρονομία περὶ μόνα τὰ οὐράνια, μόνη δὲ ἡ φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται, τέλος δὲ ἔχει οὐ ποιῆσαι ταῦτα ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονται οὖν τῆς φιλοσοφίας ὁρισμοὶ πολλοί· πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρων αὐτήν. ἵνα δὲ μὴ τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῷ παρόντι δῶμεν ἔγκλημα τοὺς ἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ἢ ὀλίγῳ πλείους ἐπελθεῖν. δύο μὲν οὖν εἰσιν ἐκ τοῦ ὑποκειμένου δύο δὲ ἐκ τοῦ τέλους καὶ ἕτερος ἐκ τῆς ὑπεροχῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας τέχνας. Ἔστιν οὖν ὁ πρῶτος οὗτος· “φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”. τὸ ᾗ ἀντὶ τοῦ καθὸ ὄντα ἐστίν· οὐ γὰρ προτίθεται ὁ φιλόσοφος πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους εἰδέναι κατὰ ἀριθμόν, ἀλλὰ τίς ποτέ ἐστιν ἡ τοῦ ἀνθρώπου φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος καὶ τὸ εἶναι σκοπεῖ ὁ φιλόσοφος. τινὲς δὲ ὁρίζονται οὕτως· “φιλοσοφία ἐστὶ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις”. καὶ δῆλον ὅτι ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ, διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ·3 διεῖλε γὰρ τὰ ὄντα εἰς τὰ θεῖα καὶ ἀνθρώπινα τὰ μὲν ἀΐδια εἰπὼν θεῖα, τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁ ὁρισμὸς καὶ ὁ πρῶτος ἐκ τοῦ ὑποκειμένου ἀποδίδονται, διενηνόχασι δὲ ἀλλήλων, ὡς εἴρηται, τῷ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦτος ὁρισμὸς ἀπὸ τοῦ τέλους ὁ λέγων “φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ.” οὕτω γὰρ ὁ Πλάτων ὡρίσατο.
对于我们将要开始哲学议论的人而言,必须明了哲学究竟为何物。因为凡开始某事的人,都应当先明了此事为何;因为唯有如此,他才能更专注地把握该事。而我们是通过定义来明了事物的。然而,倘若连什么是定义都一无所知,又如何可能借由定义去明了事物呢?因此,定义乃是展现事物本性的简明言辞。而“定义”这一名称是从田地中的界石隐喻而来的;因为正如界石环绕田地并将其与他人的田地分隔开来,定义亦环绕事物并将其与其余一切事物分隔开来。所以,理当陈明哲学的定义,正如我们开始学习文法学时亦曾明了其定义,即“文法学乃是对诗人和散文家们大体所言之事的经验”;同样,我们开始学习修辞学时亦明了其定义,即“修辞学乃是在城邦事务中产生具说服力言辞的技艺能力,其终极目的是善于言说”。因此,亦必须明了哲学的定义,因为正是哲学在为其他诸种科学与技艺提供定义。 因此,凡科学与凡技艺,皆有某种主旨对象与终极目的。主旨对象即是其所从事者,而终极目的则是其所追求且欲使其有序者。例如医生以人的身体为主旨对象(因他所从事者正关乎这些身体),而以医治这些身体为终极目的(因这正是其所追求者);同样,工匠以木材为主旨对象,而以制成计算板为终极目的。因此,定义或取自主旨对象,或取自终极目的,或二者兼取:取自主旨对象者,如当我们说“医学乃是就人体而从事的技艺”之时;取自终极目的者,如当我们说“产生健康者”之时;二者兼取者,如“就人体而从事且产生健康的技艺”。同样,天文学既为科学,亦以天体为主旨对象,而以认识其运动为终极目的。因此,让我们明了究竟何物作为哲学的主旨对象,以及哲学的终极目的是什么;如此我们便能够给出它的定义。因此应当知道,其他诸种科学与技艺皆关乎某些局部的事物,例如木作技艺仅关乎木材,天文学仅关乎天体,唯独哲学关乎所有存在之物,且其终极目的不是制造它们,而是认识它们。 因此流传着许多关于哲学的定义;因为古人中有许多人、以许多种方式对它作出了定义。但为了不至于因详述每个人的定义而在此刻给喜好挑剔者留下不合时宜之虚荣的把柄,考察五个或略多于此的定义便已足够。其中两个取自主旨对象,两个取自终极目的,另一个则取自哲学相对于其他技艺所拥有的卓越地位。于是第一种定义是:“哲学乃是存在之物作为存在之物的知识”。这里的“作为”是替代“就其为存在之物而言”;因为哲学家并不打算在数目上去认识世上的每一个人,而是要认识人的本性究竟为何。因为哲学家考察的是每个事物之实体与存在。有些人则这样定义:“哲学乃是神圣事物与人事之物的知识”。显然,此定义与前一个定义是同一的,仅仅在明晰与晦涩上有所区别;因为它把存在之物区分为神圣事物与人类事物,将永恒者称为神圣事物,将处于生成与消亡之中的事物称为人类事物。因此,这个定义与第一个定义都是从主旨对象出发给出的,但正如前面所说,它们彼此之间因明晰与晦涩而有所差异。还有一种取自终极目的的定义如是说:“哲学是在人所可能的范围内与神相似”。因为柏拉图便是如此定义的。
- 2.0Μέλλοντας ἡμᾶς ἄρχεσθαι φιλοσόφων λόγων ἀναγκαῖόν ἐστι μαθεῖν
宾格分词 Μέλλοντας 与代词 ἡμᾶς 性数格一致,作为不定式 μαθεῖν 的逻辑主语;该不定式从句构成了非人称结构 ἀναγκαῖόν ἐστι 的真正主语。
- 2.0τέλος δὲ οὗ στοχάζεται καὶ ὃ βούλεται κοσμεῖν
两个并列的关系代词依各自所依附动词的支配要求而取不同的格:στοχάζεται 要求属格(οὗ),而不定式 κοσμεῖν 作为及物动词支配宾格(ὃ)。
- 2.0διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ
带冠词的中性形容词与格 τῷ σαφεῖ τε καὶ ἀσαφεῖ 在此充当受动词 διαφέρει 支配的“差异/限定与格(dative of respect)”。
