← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§410.29-412.15

可触之物的属与触觉器官单一性的反驳

菲洛波诺斯驳斥了阿提卡注解家们将“抗阻物”视为可触知之物的共通属的观点,指出它仅仅是底层物体而非真正的属;随后考察了亚里士多德对试图从肉作为单一感觉器官推导触觉单一性的三段论所作的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.209#3

ὁμοίως οὐδὲ ἐπειδὴ πᾶν σύνθετον ἢ τραχύ ἐστιν ἢ λεῖον, διὰ τοῦτο ἤδη αἱ ποιότητες αὗται παρακολουθήματά εἰσιν ἄλλων ποιοτήτων· μᾶλλον γὰρ τῇ θέσει ἕπονται τῶν μορίων· παρὰ γὰρ τὴν ἴσην ἢ ἄνισον τῶν μορίων θέσιν τὸ τραχὺ γίνεται καὶ τὸ λεῖον. ὥστε πάντῃ κεχωρισμέναι εἰσὶν αὗται ἀλλήλων, καὶ οὐδὲν ὅμοιον αὐτοῖς ἐπὶ τῶν ἄλλων αἰσθητῶν ἔστιν ἰδεῖν. πρὸς δὲ τὴν δευτέραν ἐπιχείρησιν ὁ μὲν Θεμίστιος, ὡς εἶπον, οἴεται μηδὲν εἰρηκέναι τὸν Ἀριστοτέλη, λέγω δὴ τὴν ὅτι πάσης αἰσθήσεως περὶ ἕν τι γένος ἐχούσης ἡ ἁφὴ οὐκ ἔχει περὶ ἓν κοινὸν γένος τῶν ἁπτῶν· οἱ δὲ Ἀττικοὶ ἐξηγηταὶ ἀκριβῶς ἐπιστήσαντές φασιν ὅτι πάνυ συντόμως καὶ ταύτης τὴν λύσιν ἔθηκεν ὁ Ἀριστοτέλης εἰπὼν ὅτι καὶ αὐτὴ καταγίνεται περὶ ἕν τι γένος, οὐκ εἶναι δὲ ἔνδηλον τὸ ἓν γένος τὸ τῇ ἁφῇ ὑποκείμενον· διὰ δὲ τούτου ἐσήμανεν ὅτι ἔστι μέν, οὐ φανερὸν δέ. τί οὖν τοῦτό ἐστι; λέγομεν ὅτι τὸ ἀντίτυπον· ἀντίτυπον δὲ λέγω οὐ τὸ ἀντικείμενον τῷ μαλακῷ καὶ μὴ ὑπεῖκον τῇ ἁφῇ, ἀλλὰ πᾶν φυσικὸν σῶμα τὸ προσπῖπτον καὶ θιγγάνον τῆς ἁφῆς πρὸς ἀντιδιαστολὴν τῶν μαθηματικῶν σωμάτων, ἃ οὐ θιγγάνει οὐδὲ ἀντιβαίνει τῇ ἁφῇ. τὸ οὖν ὁπωσοῦν ἀντιβαῖνον τῇ ἁφῇ τοῦτό φαμεν ἀντίτυπον καὶ κοινὸν εἶναι γένος τῶν ἁπτῶν. // οὐ δοκεῖ δὲ τοῦτο περιέχειν θερμότητα καὶ ψύξιν· τούτων γὰρ οὐ κατὰ ὦσιν ἡ ἀντίληψις, εἰ μή τις μετὰ τῶν ὑποκειμένων ταῖς ποιότησι ταύταις σωμάτων, ἢ ἀέρος ἢ ἄλλου τινός, λέγοι καὶ αὐτῶν τὴν ἀντίληψιν γενέσθαι· οὕτως οὖν καθολικὸς ἔσται ὁ λόγος. ἀλλ’ εἰ τοῦτο, τί μᾶλλον τῶν ἁπτῶν γένος ἂν εἴη τὸ ἀντίτυπον ἢ καὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν καὶ τῶν λοιπῶν; ὑπόκειται γὰρ τοῦτο οὐ μόνον ταῖς ἁπταῖς ποιότησιν, ἀλλὰ καὶ τοῖς χρώμασι καὶ τοῖς ψόφοις καὶ τοῖς χυμοῖς καὶ ταῖς ὀσμαῖς. εἰ γὰρ οὐδὲν ἄλλο σημαίνομεν διὰ τοῦ ἀντίτυπον λέγειν ἢ τὸ φυσικὸν σῶμα, τί μᾶλλον ὑποκείμενον αὐτὸ φήσομεν εἶναι τῶν ἁπτῶν ποιοτήτων ἢ τῶν ἄλλων πάντων; καὶ εἰ πᾶν ἕν τι γένος πάντως εἰς μίαν ἀντίθεσιν διαιρεῖται τὴν πρώτην, οἷον τὸ μὲν χρῶμα εἰς λευκὸν καὶ μέλαν, ὁ χυμὸς εἰς γλυκὺ καὶ πικρόν, αἱ ὀσμαὶ εἰς τὸ εὐῶδες καὶ δυσῶδες, ὁ ψόφος εἰς ὀξὺν καὶ βαρύν, δότωσαν καὶ τὴν τοῦ ἀντιτύπου διαίρεσιν καὶ λεγέτωσαν εἰς ποίαν πρώτην ἀντίθεσιν διαιρεθήσεται, πρὸς τῷ ὅπερ ἤδη εἶπον, μηδὲ λόγον ἔχειν ὑπὸ τοῦτο ἀναφέρειν1 θερμότητα καὶ ψύξιν, ξηρότητα καὶ ὑγρότητα. ἔστιν οὖν τοῦτο τὸ ἀντίτυπον οὐ γένος τῶν ἁπτῶν, ἀλλ’ ὑποκείμενον ὥσπερ καὶ τῶν ἄλλων. οὐχ οὕτω δ’ εἴρηται τὸ πᾶσαν αἴσθησιν μίαν οὖσαν περὶ ἕν τι γένος αἰσθητῶν καταγίνεσθαι, τουτέστι περὶ ἕν τι ὑποκείμενον αἰσθητῶν (κοινῶς γὰρ πάντων ἕν τί ἐστι τὸ ὑποκείμενον), ἀλλὰ γένος εἴρηται τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὥσπερ τὸ χρῶμα λευκοῦ καὶ μέλανος (ἑκάτερον γὰρ χρῶμα), ὁ ψόφος ὀξέος καὶ βαρέος (ἑκάτερον γὰρ ψόφος), ὁ χυμὸς γλυκέος καὶ πικροῦ (ἑκάτερον γὰρ χυμός τις) καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ὥστε ὅσον ἐπὶ τούτοις, οὐδὲ ἓν τῶν εἰρημένων ἐπιχειρημάτων λύσεως ἔτυχε. Τὰ εἰρημένα οὖν δύο ἐπιχειρήματα θεὶς ὁ Ἀριστοτέλης ὅτι οὐ μία ἡ ἁπτικὴ αἴσθησις, ἐντεῦθεν τρίτον λόγον τίθησι συνηγοροῦντα τῷ μὴ μίαν εἶναι αἴσθησιν τὴν ἁφὴν ἀλλὰ πλείους. οὐκ αὐτόθεν δὲ κατασκευάζει τὸ τοιοῦτο, ἀλλ’ ἔστιν ἔνστασις πρὸς συλλογισμὸν πειρώμενον δεικνύναι ὅτι ἡ αἴσθησις ἡ ἁπτικὴ μία ἐστὶ καὶ οὐ πολλαί· ὃς συλλογισμὸς οὐ κεῖται μέν, ἀλλ’ ἐπεὶ ἡ παρὰ Ἀριστοτέλους ἀνασκευὴ δοκεῖ ὡς πρὸς τοιοῦτον συλλογισμὸν ἐνίστασθαι, διὰ τοῦτο οἱ ἐξηγηταὶ στοχασάμενοι τὸν συλλογισμόν, ὃν λύουσιν αἱ παρὰ Ἀριστοτέλους ἀνασκευαί, εἶναί φασιν δυνάμει τοιοῦτον.2 εἰ τὸ αἰσθητήριον τῆς ἁφῆς ἕν ἐστιν, ἡ σάρξ, ἀνάγκη καὶ τὴν ἁπτικὴν αἴσθησιν μίαν εἶναι· ὧν γὰρ τὸ αἰσθητήριον ἕν, ταῦτα ἀλλήλοις τὰ αὐτά ἐστι, τῶν αὐτῶν δ’ αἰσθητῶν καὶ ἡ αἴσθησις μία· ἀλλὰ μὴν ἓν τῶν ἁπτῶν τὸ αἰσθητήριον, ἡ σάρξ· καὶ ἡ ἁπτικὴ ἄρα αἴσθησις μία. τούτου οὖν τοῦ συλλογισμοῦ καὶ τὸ συνημμένον καὶ τὴν πρόσληψιν δείκνυσι ψευδῆ οὖσαν.3 καὶ τὸ μὲν συνημμένον οὕτως· οὐκ ἀνάγκη, φησί, εἰ ἓν αἰσθητήριον, διὰ τοῦτο καὶ τὴν αἴσθησιν μίαν εἶναι· ἰδοὺ γὰρ ἓν μὲν αἰσθητήριον ἡ γλῶττα, διάφοροι δὲ αἱ αἰσθήσεις καὶ τὰ αἰσθητά, ἥ τε ἁπτικὴ καὶ ἡ γευστική, καὶ τὰ ἁπτὰ καὶ τὰ γευστά.

同样地,即便每一个复合物要么是粗糙的要么是平滑的,这些性质亦绝非正因此故就成了其他性质的附随物;因为它们毋宁是顺应于各部分的排列位置;因为粗糙与平滑乃是因各部分均等或不均等的排列位置而生成的。因此这些性质完全彼此分离,在其他感觉对象上亦看不出与它们相似之物。 然而对于第二个论证,正如我说过的,特米斯提乌斯认为亚里士多德什么也没有说——我是指那一论证,即既然每一种感觉皆关涉某种单一的属,触觉却并不关涉可触知之物的某个单一共通的属;但阿提卡的诸注解者仔细探究后指出,亚里士多德对此亦极简短地给出了解决,他说触觉自身亦关涉某种单一的属,只是构成触觉底层的这单一的属并不显著;通过这一点他表明它虽然存在,却并不明朗。那么,这究竟是什么?我们说,这是抗阻物;但我所说的抗阻物,并非指同软对立且不屈服于触觉之物,而是指触及并碰到触觉的每一种自然物体,以区别于既不碰触亦不抗拒触觉的数学性物体。因此,我们说凡以任何方式抗拒触觉的这东西乃是抗阻物,并且是可触知之物的共通的属。 然而这似乎并不包涵热与冷;因为对于这些的领会并不是依凭推挤,除非有人说对于它们自身的领会亦是连同构成这些性质底层的诸物体——要么是空气要么是别的什么——一同生成的;因此如此一来,这说法将是普遍的。但如果这样,抗阻物何以相较于可见之物、可听之物及其余各项,更会是可触知之物的属呢?因为这不仅作为可触知性质的底层,而且亦作为色彩、声音、滋味与气味的底层。因为如果我们通过说抗阻物所表明的无非是自然物体,我们何以主张它相较于所有其他各项更作为可触知性质的底层呢?而且如果每一个单一的属必然划分为一个第一对立——正如色彩划分为白与黑,滋味划分为甘与苦,气味划分为芳香与恶臭,声音划分为高音与低音——,那么就让他们亦给出抗阻物的划分,并让他们说说它将被划分为何种第一对立吧,此外正如我已说过的,把热与冷、干与湿归入这之下亦毫无合理根据。因此这一抗阻物并不是可触知之物的属,而是正如对其余各项一样是一个底层。并且,所谓每一单一体的感觉皆关涉感觉对象的某种单一的属,并非在这个意义上说成是关涉感觉对象的某种单一底层(因为对于一切事物而言底层共通地是某种单一之物),而是把在本质上对于种类不同的多数事物作谓述的称为属,正如色彩之于白与黑(因为二者皆是色彩),声音之于高与低(因为二者皆是声音),滋味之于甘与苦(因为二者皆是某种滋味),其余各项亦同样如此。因此就这些而言,所说的论证无一获得了解决。 亚里士多德在提出了所说的两个论证即触觉这一感觉并非单一体之后,由此提出了支持触觉并非单一感觉而是多种感觉的第三个论据。然而他并不是直接确立此类观点,相反,〔它〕是对试图表明触觉这一感觉是单一而非多数的三段论所作的反驳;虽然这一三段论并未见于原文,但由于来自亚里士多德的破斥似乎是针对这样的三段论提出异议,正因此故注解者们推测出亚里士多德的破斥所解决的三段论在潜能上乃是如此的:“如果触觉的感觉器官是单一体,即肉,那么触觉这一感觉亦必然是单一体;因为凡感觉器官为单一的那些事物,彼此就是同一的,而相同感觉对象的感觉亦是单一体;但可触知之物的感觉器官确是单一体,即肉;因此触觉这一感觉亦是单一体。”于是对于这一三段论,他指明假言命题与小前提二者皆是虚假的。对于假言命题他如此表明:他说,如果感觉器官是一个,并不因此就必然感觉亦是一个;看哪,舌头作为一个感觉器官是单一体,但诸感觉与可感觉之物却是不同的,即触觉与味觉,以及可触知之物与可品尝之物。

语法注3 条
  1. 2.209πρὸς τῷ ὅπερ ἤδη εἶπον, μηδὲ λόγον ἔχειν ὑπὸ τοῦτο ἀναφέρειν

    介词 πρός 支配与格(此处包含同位关系从句 ὅπερ ἤδη εἶπον 的不定式结构),意为“除……之外 / 加上”。不定式短语 μηδὲ λόγον ἔχειν ... 在句法上依附于 πρὸς τῷ,为前面的祈使语气动词 δότωσαν 与 λεγέτωσαν 补充了额外的约束条件。

  2. 2.209στοχασάμενοι τὸν συλλογισμόν, ὃν λύουσιν αἱ παρὰ Ἀριστοτέλους ἀνασκευαί, εἶναί φασιν δυνάμει τοιοῦτον

    提前句法(prolepsis)。分词 στοχασάμενοι 的直接宾语 τὸν συλλογισμόν 同时兼作间接引语动词 φασίν 所支配的不定式短语(εἶναι ... τοιοῦτον)的宾格主语。尽管插入的关系从句 ὃν λύουσιν ... 延长了句子,其骨干结构仍为“注解者们推测该三段论,主张其在潜能上乃是如此的”。

  3. 2.209καὶ τὸ συνημμένον καὶ τὴν πρόσληψιν δείκνυσι ψευδῆ οὖσαν

    逻辑学专门术语 τὸ συνημμένον(假言命题/大前提)与 ἡ πρόσληψις(小前提)由 καὶ ... καί 并列。分词 ψευδῆ οὖσαν(阴性单数宾格)在语法形态上仅与最近的阴性名词 τὴν πρόσληψιν 一致,但在意义上兼指这两项前提皆为假。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:410.29-412.15