- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:331.38-333.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论证道,即便光是非物体的现实活动而非物体,发热与燃烧也是由于阳光作为生命性现实活动激发了空气中先天的热;他进而借助几何学分析与大气水汽厚度解释了正午与夏季更为炎热的原因。
καὶ ἐν τοῖς πυρείοις δὲ ἐὰν μὴ οὕτως ἁρμόσωμεν τὴν ἀκτῖνα πρὸς τὸ ὑπέκκαυμα, ὥστε μὴ ἀμβλεῖαν γωνίαν τὴν κλάσιν τῶν ἀκτίνων ποιῆσαι, ἀλλ’ ὀξεῖαν οὕτως, ὥστε τὴν δίπλωσιν σχεδὸν εἰς μίαν εὐθεῖαν ἀποτελευτῆσαι καὶ τῇ πυκνότητι παρατρῖψαι τὸν ἀπειλημμένον μεταξὺ ἀέρα, οὐκ ἂν ἔξαψις γένοιτο· καὶ τοῦτο αἰσθητῶς ὁρῶμεν. ὥστε σῶμα μὲν ὑποτιθεμένοις τὰς ἀκτῖνας συνάγεται τὰ φαινόμενα, ἐνεργείας δὲ οὐκέτι.1 πῶς γὰρ ἡ τοῦ μὴ θερμοῦ ἐνέργεια θερμανεῖ; πῶς δὲ ὑπὸ τοῦ ἀσωμάτου παράτριψις ἂν γένοιτο; λέγω οὖν πρὸς ταῦτα ὅτι, ὥσπερ ὑπὸ τῆς ψυχῆς θερμῆς οὐκ οὔσης ζωτική τις ἐνέργεια ἐγγίνεται ἐν τῷ σώματι, ἥτις τὸ ἔμφυτον θερμὸν ἀνακινοῦσα ζωογονεῖ τὸ ζῷον, ἐπειδὰν δ’ ἀποστῇ ἡ ψυχή, εὐθὺς καὶ τὸ ἔμφυτον ἀποσβέννυται θερμόν, οὕτω καὶ ἐκ τοῦ ἡλίου ζωτικήν τινα ἐνέργειάν φημι ἐγγίνεσθαι διὰ τοῦ φωτὸς ἐν ἀέρι, καὶ ταύτην κινοῦσαν τὸ ἔμφυτον τοῦ ἀέρος θερμὸν ἐκθερμαίνειν αὐτόν. καὶ ὥσπερ ἡ θυμοειδὴς τῆς ψυχῆς δύναμις αὐτὴ θερμὴ μὴ οὖσα, ἐπειδὰν κινηθείη, ἐκθερμαίνει τὸ περικάρδιον αἷμα, ὁμοίως δὲ καὶ ἡ φροντὶς θερμαίνει ἀσώματος οὖσα ψυχῆς ἐνέργεια, οὕτω καὶ τὸν ἥλιον οὐδὲν ἀπεικὸς μὴ ὄντα θερμὸν τῇ ζωτικῇ αὐτοῦ ἐνεργείᾳ, ἥτις ἐστὶ τὸ φῶς, κινοῦντα τὴν ἐν τῷ ἀέρι θερμότητα ἐκθερμαίνειν αὐτόν. εἰ δὲ θερμαντικὴ ἡ ἐνέργεια, ἔνθα ἂν πλείων ᾖ ἡ ἐνέργεια, πλείων ἡ θερμασία ἐξ ἀνάγκης· ὥστε ἐν ταῖς ἀνακλάσεσι διπλουμένης τῆς ἐνεργείας καὶ ὀλίγον τὸν ἐντὸς ἀέρα περιεχούσης, ἅτε ὑπὸ πλείονος ἐνεργείας ὀλίγου ἀέρος θερμαινομένου οὐ διὰ παρατρίψεως, ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον τῷ κινεῖν τὴν ἔμφυτον θερμότητα αὐτοῦ, εἰκότως συμβαίνει τὰς ἐξάψεις γίνεσθαι. τοῦ δὲ τὴν μεσημβρίαν θερμαίνεσθαι μᾶλλον τῆς ἕω καὶ τῆς δείλης πάλιν μὲν τὰς αὐτὰς αἰτίας ἀποδώσομεν· διότι ἀνατέλλοντος καὶ δύνοντος τοῦ ἡλίου αἱ ἐνέργειαι κλώμεναι ἀμβλείας γωνίας ποιοῦσι καὶ πολὺν ἀέρα ἐντὸς ἀπολαμβάνουσι, διὰ τοῦτο ἧττον θερμαίνουσιν. ἄλλως τε ἀνατέλλων τε καὶ δύνων ὁ ἥλιος διὰ πλείονος ἀχλύος ἡμῖν προσβάλλει· ἡ δὲ ἀχλὺς ὑδατώδης (ἀτμὶς γάρ), καὶ διὰ τοῦτο εἰκότως ἧττον θερμαίνουσιν αἱ ἐνέργειαι δι’ ἀχλύος πολλῆς προσβάλλουσαι ἡμῖν. ὅτι δὲ πλείων ἡ ἀχλὺς εἰς τὸ ἀνατολικὸν καὶ τὸ δυτικὸν ἢ εἰς τὸ κατὰ κορυφήν, δῆλον ἐντεῦθεν. ἔστω γὰρ ὁ μὲν ἐντὸς κύκλος ἡ γῆ, ὁ δὲ ἔξωθεν ὁ ἀπὸ τῆς ἀχλύος περιέχων τὴν γῆν. αἱ μὲν οὖν ἐκ τοῦ κέντρου ἐκβαλλόμεναι τῆς γῆς δῆλον ὅτι ἴσαι ἔσονται,2 ἐπειδὴ καὶ παντὸς κύκλου αἱ εἰς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. εἰ δὲ ἀπὸ τῆς οἰκήσεως τῆς ἡμετέρας ἐκβάλῃς εὐθείας, εἰ μὲν ἐπὶ τὸν οὐρανόν, δῆλον ὅτι διὰ τὸ τὴν πᾶσαν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸ πᾶν, εἰ καὶ ἄνισοί εἰσιν, ὅμως διὰ τὸ ἀνεπαίσθητον εἶναι ὡς πρὸς τὸ τοῦ παντὸς μέγεθος τὴν διαφορὰν αὐτῶν ἴσαι ἔσονται· εἰ δὲ ἐπὶ τὴν ἀχλὺν τὰς ἀπὸ τῆς οἰκήσεως ἐκβάλῃς, ἐπειδή, ὡς δέδεικται ἐν τοῖς Μετεώροις, οὐκ ἐπὶ πολὺ ὕψος φέρεται ἀπὸ τῆς γῆς ἡ ἀτμίς (εἰσὶ γοῦν ὄρη ὑπερνεφῆ), οὔτε δὲ ἡμεῖς ἐν τῷ κέντρῳ οἰκοῦμεν, ἐξ ἀνάγκης οὐκ ἔσονται ἴσαι ἀλλήλαις, ἀλλ’ ἐλάχισται μὲν αἱ κατὰ κορυφήν, αἱ δὲ λοιπαὶ αἱ μὲν τὴν μεγίστην ἀφεστῶσαι τοῦ κατὰ κορυφὴν μέγισται, αἱ δὲ πλησιαίτεραι τοῦ κατὰ κορυφὴν ἥττους. ἔστι δὲ τῶν ἐκ τῆς ἐπιφανείας ἀγομένων εὐθειῶν, καθ’ ἣν καὶ οἰκοῦμεν, ἐλαχίστη μὲν ἡ ἐν τῷ κατὰ κορυφήν, μεγίστη δὲ ἡ διὰ τοῦ κέντρου, τῶν δὲ λοιπῶν αἱ πλησιαίτεραι τοῦ κατὰ κορυφὴν ἐλάττους, αἱ δὲ λοιπαὶ μείζους. ἐν δὲ τῷ θερμῷ καὶ πλείονα χρόνον ὑπὲρ γῆν διατρίβων μᾶλλον θερμαίνει.3 πέφυκε γὰρ τὸ φῶς ὅταν προσπέσῃ εἰς λεῖόν τι καὶ στιλπνὸν σῶμα, δρᾶν εἰς αὐτὸ οὕτως ὥστε καὶ αὐτὸ τὴν ὁμοίαν ἐνέργειαν ἀντιπέμπειν, ὥσπερ ἐν ἀργυρίῳ καὶ ἐν τοῖς ἐσόπτροις καὶ ἐν ὕδατι καὶ ὑέλοις καὶ ἄλλοις πλείστοις. πᾶν μὲν οὖν σῶμα τὴν τοῦ φωτὸς δεχόμενον ἐνέργειαν πέφυκε καὶ αὐτὸ τὴν αὐτὴν ἀντιπέμπειν, ἐξαιρέτως δὲ τὰ λεῖα σώματα, ὥσπερ τὰ εἰρημένα. διὰ τοῦτο γοῦν καὶ ἡ σελήνη δεχομένη τὸ τοῦ ἡλίου φῶς φωτίζει τὰ τῇδε, καὶ τοῦτό φαμεν φωτὸς ἀντανάκλασιν, τὴν ἀπὸ τῶν δεξαμένων καὶ δυναμένων ὁμοίαν ἐνεργεῖν ἐνέργειαν. ἐν οὖν τῷ θέρει καὶ ἐν τῇ μεσημβρίᾳ πλειόνων ἐνεργειῶν ὁμοίων κατὰ ταὐτὸν γινομένων, συμβαίνει μᾶλλον θερμαίνεσθαι τὸν ἀέρα.
此外,即使在取火镜中,除非我们将光线对准引火物的方式使得光线的折射不构成钝角,而是构成锐角,以至于其重折几乎终结于一条直线上,并通过其密集性摩擦夹在其间的空气,否则燃烧便不会产生;而这是我们凭感官所能见到的。因此,对于假设光线为物体的人而言,现象是吻合的,但对于假设现实活动的人而言,则不再吻合。因为不热之物的现实活动如何能加热?而且非物体之物又如何能产生摩擦? 因此,我针对这些反驳回答说:正如灵魂虽然自身不热,身体中却因它而产生某种生命性的现实活动,这种活动激发先天的热从而赋予动物以生命,而一旦灵魂离去,先天的热也随即熄灭一样;我也主张,从太阳出发,通过光在空气中同样产生某种生命性的现实活动,这种活动运动空气中先天的热,从而将空气彻底加热。正如灵魂的血气官能自身虽不热,但每当被激发时,就会加热心周之血,同样思想虽为灵魂的非物体的现实活动,也能发热一样;太阳虽自身不热,却通过作为其生命性现实活动的光运动空气中的热量并将其加热,也绝非不合情理。如果现实活动是产热的,那么在现实活动更多的地方,热量必然更多;因此在反射中,当现实活动重叠并包围内部少量的空气时,既然少量空气被更多的现实活动加热不是由于摩擦,而是由于以所述方式运动其先天的热量,燃烧的产生便是理所当然的。 关于正午比清晨和傍晚更热,我们将再次给出相同的原因:因为太阳升起和落下时,现实活动折回形成钝角并封锁其内部的大量空气,因此加热较少。此外,升起和落下的太阳透过更浓的雾气照射我们;而雾气是水性的(因为它是汽),因此透过大量雾气照射我们的现实活动加热较少,也是理所当然的。至于向东和向西方向的雾气比向天顶方向的更多,由此可见一斑。设内圆为地球,外圆为包围地球的雾气[层]。显然,从地球中心引出的直线是相等的,因为在任何圆中引向圆周的直线彼此相等。但如果你从我们的居住地引出直线:如果是引向天空,显然因为整个地球相对于整个宇宙占有中心的比例(点),即便它们并不相等,然而由于其差异相对于整个宇宙的巨大尺度是微不可察的,它们仍将是相等的;但如果从居住地向雾气引出直线,既然如在《气象学》中所证明的那样,汽从地面升起的高度并不大(至少存在高出云层的山脉),而我们又不住在中心,这些直线彼此必然不相等,而是朝向天顶的最小,其余之中离天顶最远的则最大,靠近天顶的则较小。在从我们所居住的表面引出的直线中,位于天顶方向的最小,穿过中心的最大,其余之中靠近天顶的较小,其余的则较大。在炎热季节,〔太阳〕在地面上方停留更长的时间,因而加热更多。因为光具有这样的本性,即每当落在光滑而发亮的物体上时,它作用于该物体,使得该物体自身也回射出相似的现实活动,正如在银、镜子、水、玻璃以及许多其他物体中那样。凡接受光的现实活动的物体,自身皆具有回射出相同现实活动的本性,而光滑物体尤为如此,正如所提及的那些。至少正是因此,月亮接受太阳的光也照亮此地的事物,而我们称此为光的反冲现实活动,即来自于那些接受了光并能够施展相似活动之物的现实活动。因此在夏季和正午,当更多相似的现实活动在同一处产生时,空气便自然被加热得更多。
- 2.128σῶμα μὲν ὑποτιθεμένοις τὰς ἀκτῖνας συνάγεται τὰ φαινόμενα, ἐνεργείας δὲ οὐκέτι
分词 ὑποτιθεμένοις 作判断者与格(关涉与格),意为“对于假设光线为物体的人而言……是吻合的,但对于[假设其为]现实活动的人而言则不再吻合”。后半句承前省略了分词,仅留下宾语/补足语 ἐνεργείας 与前文的 σῶμα 相对立。
- 2.128διὰ τὸ τὴν πᾶσαν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸ πᾶν, εἰ καὶ ἄνισοί εἰσιν, ὅμως διὰ τὸ ἀνεπαίσθητον εἶναι ὡς πρὸς τὸ τοῦ παντὸς μέγεθος τὴν διαφορὰν αὐτῶν ἴσαι ἔσονται
此句的核心结构为主句的 ἴσαι ἔσονται(它们将是相等的)。在开头的因果短语 διὰ τὸ ... ἐπέχειν(因为整个地球占有中心的比例)之后,插入了让步从句 εἰ καὶ ἄνισοί εἰσιν(即便它们是不等的),随后以 ὅμως 引出第二个原因短语 διὰ τὸ ἀνεπαίσθητον εἶναι ... τὴν διαφορὰν αὐτῶν(由于其差异是不可感知的),最终连接到主动词,属于多层嵌套句。
- 2.128ἐν δὲ τῷ θερμῷ καὶ πλείονα χρόνον ὑπὲρ γῆν διατρίβων μᾶλλον θερμαίνει
省略的主语是上下文中的太阳(ὁ ἥλιος),它支配主动词 θερμαίνει(加热),并带有状语分词 διατρίβων(通过停留)。介词短语 ἐν δὲ τῷ θερμῷ 意为“在炎热的时期/季节”,并在紧随其后的文段中被近义短语 ἐν οὖν τῷ θέρει(因此在夏季)所复指。
