← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§1.5-3.11

灵魂诸潜能的区分与理性认知能力

在探求灵魂之前,作者将灵魂的诸潜能划分为有理性与无理性、生命性与认知性,具体论述了有理性认知潜能(意见、深思与理智)的区别与其对象,以及深思作为引导灵魂从感觉事物走向神圣事物观照的中介作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Μέλλοντας ἡμᾶς1 τῶν περὶ ψυχῆς ἀκροᾶσθαι λόγων ἀναγκαῖον εἰπεῖν πρότερον περὶ τῶν δυνάμεων τῆς ψυχῆς, ποσαχῶς τε διαιροῦνται καὶ ποίας ἑκάστη τῆς ὀνομασίας τετύχηκεν, εἶτα πόσαι τῶν ἀρχαιοτέρων περὶ αὐτῶν δόξαι γεγόνασιν, καὶ ἐπὶ τούτοις τὴν ἀληθῆ περὶ αὐτῶν δόξαν ἐκ διαιρέσεως ἀφορίσασθαι. πρῶτον μὲν αἱ ψυχικαὶ δυνάμεις τὴν εἰς δύο διαίρεσιν ἐπιδέχονται· αἱ μὲν γὰρ αὐτῶν εἰσι λογικαί, αἱ δὲ ἄλογοι. ἑκατέρα δὲ τούτων τῶν δυνάμεων διχῇ πάλιν διαιρεῖται· τῶν γὰρ λογικῶν δυνάμεων αἱ μέν εἰσιν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί· ὁμοίως δὲ καὶ αἱ ἄλογοι. πάλιν δὲ αἱ λογικαί τε καὶ γνωστικαὶ τῆς ψυχῆς δυνάμεις διαιροῦνται τριχῇ· ἡ μὲν γάρ τίς ἐστι δόξα, ἡ δὲ διάνοια, ἡ δὲ νοῦς. ἡ μὲν οὖν δόξα καταγίνεται περὶ τὸ καθόλου τὸ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ γινώσκει. οἶδε γὰρ ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, καὶ ὅτι πᾶς ἄνθρωπος δίπους. ἔτι γε μὴν καὶ τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ συμπεράσματα. οἶδε γὰρ ὅτι ἡ ψυχὴ ἀθάνατος, διὰ τί δὲ ἀθάνατος, οὐκέτι οἶδεν· διανοίας γὰρ τοῦτο ἔργον, δόξης δὲ τὸ ὅτι μόνον εἰδέναι. ὅθεν καὶ καλῶς ὁρίζεται αὐτὴν ἐν τῷ Σοφιστῇ διαλόγῳ ὁ Ἐλεάτης ξένος διανοίας ἀποτελεύτησιν. τῆς γὰρ διανοίας συλλογισαμένης ὅτι ἀθάνατος ἡ ψυχή, λαβοῦσα ἡ δόξα τὸ συμπέρασμα τοῦτο μόνον οἶδεν ὅτι ἀθάνατος. διανοίας γὰρ ἔργον τὸ οἱονεὶ ὁδόν τινα διανύειν μεταβαίνουσαν ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, ὅθεν ἔσχε καὶ τοὔνομα. οἷον πόθεν ὅτι ἡ ψυχὴ ἀθάνατος ζητεῖ ἡ διάνοια· εἶτα ἐκ τῶν σαφεστέρων ἀρξαμένη διαβαίνει ἐπὶ τὸ ζητούμενον λέγουσα ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον καὶ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. τοῦ δὲ νοῦ ἔργον τὸ ἁπλαῖς ἐπιβολαῖς κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ γὰρ ἡ αἴσθησις προσβάλλουσα τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρειττόνως ἢ κατὰ ἀπόδειξιν τοῦτο γινώσκει (οὐ γὰρ δεῖται συλλογισμοῦ, ὅτι τόδε ἐστὶ λευκόν, ἀλλὰ ἁπλῇ ἐπιβολῇ τοῦτο γινώσκει), οὕτω καὶ ὁ νοῦς ἁπλῇ ἐπιβολῇ γινώσκει τὰ νοητὰ κρειττόνως ἢ κατὰ ἀπόδειξιν. αὕτη δὲ ἡ τοῦ νοῦ ἐνέργεια μόνοις παραγίνεται τοῖς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης ἀφιγμένοις, τοῖς διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. ὅθεν περὶ τούτου λέγων ὁ Πλωτῖνός φησιν ὅτι “ὅστις δὲ ἐνήργησεν, οὗτος οἶδεν ὃ λέγω, ἅτε δὴ τῆς τοιαύτης καταστάσεως μηδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης.” καταγίνεται οὖν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἅπερ ὁ Τίμαιος ὁριζόμενος ἔλεγεν εἶναι νοήσει μετὰ λόγου περιληπτά, ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά, ἅπερ καὶ αὐτὰ τὰ δοξαστὰ λέγων ὁ Τίμαιός φησιν εἶναι δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, ἐσχάτην δὲ ἡ δόξα, μέσην δὲ ἡ διάνοια, ἥτις καὶ μάλιστα οἰκεία ἐστὶ τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἐπειδὴ καὶ αὕτη τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει. καὶ διὰ ταύτης, λέγω δὴ τῆς διανοίας, ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶν ἡ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφός ἐστι καὶ σύμφυλος τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἀνάγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν, καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν κἀκεῖ φαντάζεται. ὃ καὶ ὁ Πλάτων ἐν τῷ Φαίδωνι λέγει ὅτι τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν, ὅτι ὅταν καὶ σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος μικρὸν ἀγάγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα ὅτι σῶμά ἐστι τὸ θεῖον, καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ ἀσχηματίστως περὶ τοῦ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων. τοιαῦτα δέ ἐστι τὰ διανοητά, οἷά ἐστιν ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία, ἔτι δὲ καὶ τὰ μαθηματικά, ἅτινα, τὰ μαθήματα λέγω, τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν,2 ἵνα συνεθισθεῖσα ἐν τούτοις ἐνεργεῖν ἀύλως ὁδῷ προελθοῦσα καὶ ἐπὶ τὰ παντελῶς χωριστὰ τῆς ὕλης, λέγω τὰ θεῖα, χωρήσῃ.

对于将要听闻关于灵魂的讲论的我们而言,首先必须谈及灵魂的诸潜能,即它们以多少种方式被划分,以及各自获得了怎样的名称;随后是古人关于它们产生了多少种意见;并在这些之外,通过划分来界定关于它们的真正意见。首先,灵魂的诸潜能接受二分的划分:因为它们之中的一些是有理性的,另一些则是无理性的。而这两种潜能各自又再次二分:因为在有理性的潜能中,一些是生命性的和欲求性的,另一些是认知性的;无理性的潜能同样如此。再者,灵魂的有理性且认知性的潜能又被三分:因为一种是意见,一种是深思,一种是理智。意见所从事的是在感觉事物之中的普遍者:因为它认识这个。它知道凡白色皆分解视觉,凡人皆是双足的。而且,它不凭论证也知道深思对象的结论。因为它知道灵魂是不死的,但为什么不死,它便不知道了:因为这是深思的工作,而意见的工作仅在于知道其事实。因此,《智者》对话录中的埃利亚客人把它极好地界定为“深思的终结”。因为在深思推论出灵魂是不死的之后,意见接纳了这结论,便仅仅知道它是不死的。因为深思的工作在于有如走完一段道路,从前提过渡到结论,它也由此获得了这个名字。例如,深思探寻灵魂是不死的究竟依据何在;然后它从较为明晰的事物出发,过渡到所探寻的事物,说道:灵魂是自我运动的,自我运动者亦是恒常运动的,而这便是不死的,所以灵魂是不死的。但理智的工作是以单纯的直观、以优于证明的方式切中事物。因为正如感觉在接触白色或这一形状时,以优于证明的方式认识它(因为它不需要推论来说明这是白色的,而是以单纯的直观认识它),理智同样以单纯的直观、以优于证明的方式认识可知对象。但理智的这种现实活动仅降临于那些达到净化与科学知识顶峰的人,即那些通过净化的德性习惯了无表象且脱离感觉而活动的人。因为理智好比是灵魂最完满的品质。因此普罗提诺谈到这一点时说道:“凡经历过此活动者,皆知我所言,因为这样一种状态甚至无法用言语来表达。”所以理智所从事的是可知对象,正如蒂迈欧界定它们时所说是“凭着带有推理的思惟所把握的”;深思所从事的是深思对象;而意见所从事的是被意见的对象,关于这些被意见的对象,蒂迈欧说它们是“凭着伴随无理性感觉的意见而被意见的”。在这些潜能中,理智占据第一的位序,意见占据最后的位序,深思则占据中间的位序,它对我们的灵魂最为固有,因为灵魂自身在全宇宙中也占据着中间的位序。而且通过它——我指深思——我们的灵魂被提升至对可知对象的观照,而这便是灵魂的完满性。因为我们的灵魂与感觉事物共同滋养且属于同类,由于对感觉的习染,它无力将自身提升至对可知且非质料性事物的观照,反而认为那些事物也是物体并具有大小,并将感觉事物中的一切也在那里加以表象。柏拉图在《斐多》中也正是这样说的:这是我们内在事物中最艰难的,即每当我们稍微摆脱身体的牵绊而希望专心观照神圣事物时,侵入的表象便激起骚扰,使我们猜疑神圣事物是物体并具有大小与形状,而不容许我们以非身体且无形状的方式来思索神。为此缘故,迈向自身完满性的灵魂必须首先按照深思来活动,深思所关涉的是处于中间的事物。深思对象便是这样的事物,诸如我们的灵魂以及关于它的观照,此外还有数学对象——我指数学科目——它们在本质上是非质料性的,即便在实际存在上并非如此;以便在这些事物中习惯于非质料地活动、循着道路前进之后,灵魂也能走向完全脱离质料的事物——我指神圣事物。

语法注2 条
  1. 1.0Μέλλοντας ἡμᾶς

    宾格 ἡμᾶς 及其同格分词 μέλλοντας 用作由无人称形容词 ἀναγκαῖον [ἐστί] 所统辖的不定词 εἰπεῖν 的逻辑主语,构成了标准的宾格加不定词结构,而非与格结构。

  2. 1.0τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν

    由连词 εἰ καί(“即使……”)构成的对比结构。τὴν οὐσίαν 与 τὴν ὕπαρξιν 均作 ἔχει 的直接宾语(ἄυλον 为谓词性形容词),表示数学对象“在本质(定义)上是非质料的,但在实存(具体存在)上并非如此”这一本体论区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:1.5-3.11