- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:31.33-33.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了论敌借助偏心球和本轮否定天体圆周运动的单一性并误解天文学表格的批评,指出亚里士多德的意图在于通过运动的差异确立天体有别于四元素的第五本性。
τοιγαροῦν καὶ ὁ Ἀριστοτέλης τὰ πολλὰ οὐχ ὡς περὶ τεσσάρων, ἀλλ’ ὡς περὶ δυεῖν τῶν ὑπὸ σελήνην διαλέγεται, ἐν μέντοι τῷ ἑξῆς βιβλίῳ καὶ τὸ ἀπλανὲς ἀπὸ τοῦ πλανωμένου διορίζει. οὗτος δὲ ἐν τῷ ἑβδόμῳ αὐτοῦ κεφαλαίῳ “εἰ καλῶς, φησίν, ἐπέστησεν ὁ Ἀλέξανδρος, ὅτι κυρίως ταύτην εἶναι λέγει κύκλῳ κίνησιν ὁ Ἀριστοτέλης τὴν περὶ τὸ τοῦ παντὸς γινομένην κέντρον, ὅσαι δὲ μὴ περὶ τὸ τοῦ παντὸς γίνονται κέντρον, οὔτε κυρίως κύκλῳ οὔτε ἁπλαῖ, καὶ οἱ ἀστέρες δὲ τὴν ἰδίαν παρὰ τὰς σφαίρας κινούμενοι κίνησιν, καθὰ τοῖς ἀστρονόμοις δοκεῖ, περὶ τὰ ἴδια κινοῦνται κέντρα οὐκ ὄντες ὁμόκεντροι τῷ παντί, οὔτε αὐτοὶ οἱ ἀστέρες οὔτε οἱ τούτων ἐπίκυκλοι οὔτε αἱ καλούμεναι ἔκκεντροι σφαῖραι δηλονότι οὔτε κυρίως κυκλικὴν ποιοῦνται κίνησιν οὔτε ἁπλῆν1 ἐνθεωρουμένης καὶ τῆς ἐπὶ τὸ κάτω καὶ τῆς ἐπὶ τὸ ἄνω·2 κἂν γὰρ παρὰ τὰς Ἀριστοτέλους, φησίν, ὑποθέσεις ἐστὶ ταῦτα, ἀλλ’ ἐναργῶς φαίνονται περίγειοι καὶ ἀπόγειοι γινόμενοι οἱ ἀστέρες”. λέγω τοίνυν, ὅτι ἐν τούτοις μὲν ὁ Ἀριστοτέλης τοσοῦτον μόνον λέγει, ὅτι ἡ κύκλῳ κίνησις περὶ τὸ μέσον ἐστί· τοῦτο γὰρ πάσῃ κυκλικῇ κινήσει προσήκει· εἰ δὲ ἐν ἄλλοις τὰ κυκλοφορούμενα σώματα περὶ τὸ τοῦ παντὸς κέντρον κινεῖσθαί φησιν, ἰστέον, ὅτι κατὰ τὰς τῶν πρεσβυτέρων ἀστρονόμων ὑποθέσεις ποιεῖται τὸν λόγον. οἱ γὰρ περὶ Εὔδοξον καὶ Κάλλιππον καὶ μέχρι τοῦ Ἀριστοτέλους τὰς ἀνελιττούσας σφαίρας ὑποθέμενοι ὁμοκέντρους τῷ παντὶ δι’ ἐκείνων ἐπειρῶντο σώζειν τὰ φαινόμενα περὶ μὲν τὸ τοῦ παντὸς κέντρον πάσας λέγοντες κινεῖσθαι τὰς σφαίρας, τῶν δὲ ἀπογείων καὶ περιγείων καὶ τῶν δοκούντων προποδισμῶν καὶ ὑποποδισμῶν καὶ τῶν ἐν ταῖς κινήσεσι φαινομένων ἀνωμαλιῶν τὰς αἰτίας οὐκ ἰσχύοντες κατ’ ἐκείνας τὰς ὑποθέσεις ἀποδιδόναι. διὰ τοῦτο οἱ περὶ τὸν Ἵππαρχον καὶ εἴ τις πρὸ τούτου καὶ μετὰ τοῦτον ὁ Πτολεμαῖος τὰς ἐκκέντρους σφαίρας καὶ τοὺς ἐπικύκλους ὑπέθεντο διὰ τούτων τὸ μὲν περὶ τὸ τοῦ παντὸς κέντρον πάντα κινεῖσθαι τὰ οὐράνια παριδόντες, τῶν δὲ εἰρημένων πρότερον τὰς αἰτίας τὰς ὑπ’ ἐκείνων παραλειφθείσας οὗτοι κατὰ ταύτας τὰς ὑποθέσεις ἀποδιδόντες. ὁ οὖν Ἀριστοτέλης ἐνταῦθα μὲν οὐδὲν λέγει περὶ τούτων, ἐν οἷς δὲ λέγει, ταῖς τῶν προτέρων ὑποθέσεσιν ἀκολουθῶν φαίνεται. δῆλον δέ, ὅτι τὸ περὶ τὰς ὑποθέσεις ταύτας διαφέρεσθαι οὐκ ἔστιν ἔγκλημα· τὸ γὰρ προκείμενόν ἐστι, τίνος ὑποτεθέντος σωθείη ἂν τὰ φαινόμενα; οὐδὲν οὖν θαυμαστόν, εἰ ἄλλοι ἐξ ἄλλων ὑποθέσεων ἐπειράθησαν διασῶσαι τὰ φαινόμενα. οἱ δὲ ἀστέρες εἰ κινοῦνται περὶ τὰ ἑαυτῶν κέντρα, ἀλλὰ καὶ περὶ τὸ τοῦ παντὸς ὑπὸ τῶν σφαιρῶν περιαγόμενοι κινοῦνται. παρὰ τίνι δὲ τῶν ἀστρονόμων ηὗρεν οὗτος, ὅτι οἱ ἀστέρες περὶ τὰ ἑαυτῶν κέντρα κινοῦνται; ἢ παρὰ τῶν ἐν τοῖς Κανόσι τοῦ Πτολεμαίου παρακούσας,3 ὅτι ἄλλοι μέν εἰσιν ἀριθμοὶ τοῦ κέντρου τοῦ ἐπικύκλου, ἄλλοι δὲ αὐτοῦ τοῦ ἀστέρος, ἐνόμισε τούτους τῆς περὶ τὸ οἰκεῖον κέντρον τοῦ ἀστέρος κινήσεως εἶναι, οὐκ ἐπιστήσας, ὅτι οἱ μὲν ἀριθμοὶ οὗτοι ὡς μεταβαίνοντός εἰσι τοῦ ἀστέρος, ἡ δὲ περὶ τὸ κέντρον κίνησις οὐ γίνεται μεταβαίνοντος αὐτοῦ, ἀλλ’ οἱ μὲν τοῦ κέντρου τοῦ ἐπικύκλου ἀριθμοὶ τὴν κίνησιν δηλοῦσιν τοῦ ὁμοκέντρου ἢ ἐκκέντρου, ἐφ’ οὗ φέρεται ὁ ἐπίκυκλος, οἱ δὲ τοῦ ἀστέρος τὴν κίνησιν τοῦ ἐπικύκλου, ἐφ’ οὗ φέρεται ὁ ἀστήρ; αὐτοῦ μέντοι τοῦ ἀστέρος τὴν περὶ τὸ ἑαυτοῦ κέντρον κίνησιν ἀδύνατον καταλαβεῖν ἐν πόσῳ χρόνῳ ἀποκαθίσταται·4 οὐδὲ γὰρ μεταβαίνει τόπον ἐκ τόπου κατὰ ταύτην τὴν κίνησιν. διὸ τῶν μὲν ἀστρονόμων οὐδεὶς ἐπεχείρησε τὴν τοῦ ἀστέρος περὶ τὸ ἑαυτοῦ κέντρον ἀποκατάστασιν, ἐν πόσῳ χρόνῳ γίνεται, συλλογίσασθαι· οὐδὲ γὰρ καταληπτὸν ἦν· ὁ μέντοι Πλάτων καὶ ταύτην οἶδε τῶν ἀστέρων τὴν κίνησιν. ὁ δὲ Ἀριστοτέλης τί περὶ τῆς τῶν ἀστέρων κινήσεως δοξάζει, ἐν τῷ δευτέρῳ ταύτης τῆς πραγματείας ἐρεῖ. Ἔτι δὲ οὐκ ἐκ τῶν ὁμοίων, φησίν, ὁ Ἀριστοτέλης τὴν τῶν στοιχείων καὶ τὴν τοῦ οὐρανοῦ πεποίηται παρεξέτασιν, πῇ μὲν τὸ ὅλον λαβὼν ἐν τῷ οἰκείῳ τόπῳ κινούμενον, πῇ δὲ τὸ μόριον τῶν οἰκείων τόπων ἐκστὰν καὶ ἐν τῷ παρὰ φύσιν γενόμενον. λέγω οὖν καὶ ἐνταῦθα συντόμως, ὅτι ὁ τοῦ Ἀριστοτέλους σκοπὸς ἑτέρας φύσεως ἐπιδεῖξαι τὰ οὐράνια παρὰ τὰ τέσσαρα στοιχεῖα ἐκ τῆς τῶν κινήσεων διαφορᾶς.
因此,亚里士多德在很多时候不是把月下之物当作四种,而是当作两种来讨论,不过在下一卷中,他把恒星天与行星区分开来。但这个家伙在他的第七章中说道:“如果亚历山大正确地指出,亚里士多德所谓严格意义上的圆周运动是围绕宇宙中心进行的运动,而凡非围绕宇宙中心进行的运动,既非严格意义上的圆周运动,亦非简单运动;并且如果如天文学家所认为的那样,星体自身具有独立于诸天球的运动,并围绕各自的中心运动,与宇宙不同心,那么显然,无论是星体自身,还是它们的本轮,抑或是所谓的偏心球,所做的既非严格意义上的圆周运动,亦非简单运动,因为其中亦可观察到向下和向上的运动;因为即使这些情况违背亚里士多德的假说,”他说,“但星体显然被看到处于近地点与远地点。” 对此我说明,亚里士多德在这里仅说了这么多:圆周运动是围绕中心的运动;因为这一点属于一切圆周运动。如果他在别处说作圆周运行的物体围绕宇宙中心运动,应当知道,他是依照较早的天文学家们的假说来进行论证的。因为欧多克索斯和卡利普斯一派,乃至亚里士多德,假设翻转天球与宇宙同心,试图通过这些天球来拯救现象,宣称一切天球都围绕宇宙中心运动,而在那些假说下,他们无法解释远地点与近地点、视顺行与视逆行、以及运动中所显现的不规则性的原因。为此,喜帕恰斯一派,以及在他之前的任何人,以及在他之后的托勒密,假设了偏心球和本轮,通过这些假设,他们一方面忽视了一切天体围绕宇宙中心运动的说法,另一方面则依据这些假说解释了前述事物的由前人所遗漏的原因。因此,亚里士多德在此处对此未作任何说明,但在他谈及之处,显系遵循前人的假说。显然,在这些假说上存在分歧并非过咎;因为摆在面前的问题是:做出何种假设方能拯救现象?因此,不同的人试图从不同的假说出发来保全现象,便不足为奇。 即使星体围绕各自的中心运动,它们亦是在诸天球的带动下围绕宇宙中心运动的。然而,这个家伙是在哪位天文学家那里发现星体围绕各自的中心运动的呢?难道他是误听了托勒密《简便天文表》中的说法,因见本轮中心的数值与星体自身的数值不同,便以为这些数值属于星体围绕自身中心的运动,而未曾注意到这些数值是属于变换位置的星体的,而围绕中心的运动并非在星体变换位置时发生,本轮中心的数值实际上表明承载本轮的同心圆或偏心圆的运动,而星体的数值表明承载星体的本轮的运动吗?至于星体自身围绕自身中心的运动,其在多少时间内复原,乃是无法把握的;因为按照这种运动,它并不从一处换到另一处。为此,天文学家中无人试图推算星体围绕自身中心的复原在多少时间内发生;因为这是不可把握的。然而柏拉图亦知道星体的这种运动。至于亚里士多德对星体的运动持何见解,他将在本著作的第二卷中加以说明。 “此外,”他说,“亚里士多德并未在同等条件下对元素与天体进行对比考察,他有时把整体当作在其固有位置中运动来取,有时又把部分当作离开固有位置并处于反乎自然的状态中来取。” 因此我在此亦简要说明,亚里士多德的意图乃是从运动的差异出发,证明天体具有不同于四元素的另一种自然本性。
- 1.11εἰ καλῶς, φησίν, ἐπέστησεν ὁ Ἀλέξανδρος... οὔτε κυρίως κυκλικὴν ποιοῦνται κίνησιν οὔτε ἁπλῆν
论敌引述的长假言句。条件从句由两个并列部分构成(εἰ καλῶς... ἐπέστησεν 与 καὶ οἱ ἀστέρες δὲ... κινοῦνται),归结从句则自 οὔτε αὐτοὶ οἱ ἀστέρες... οὔτε κυρίως κυκλικὴν ποιοῦνται κίνησιν οὔτε ἁπλῆν 开始。
- 1.11ἐνθεωρουμένης καὶ τῆς ἐπὶ τὸ κάτω καὶ τῆς ἐπὶ τὸ ἄνω
独立属格结构,表原因或伴随情况(“因为在其中亦可观察到向下和向上的运动”),指通过本轮或偏心球使天体接近或远离中心(近地点与远地点)。
- 1.11ἢ παρὰ τῶν ἐν τοῖς Κανόσι τοῦ Πτολεμαίου παρακούσας
由 ἤ 引出的选择疑问句(“难道是……”),承接前一句疑问 παρὰ τίνι δὲ τῶν ἀστρονόμων ηὗρεν οὗτος...;。分词 παρακούσας 和后文的 οὐκ ἐπιστήσας 共同修饰主要动词 ἐνόμισε。
- 1.11ἐν πόσῳ χρόνῳ ἀποκαθίσταται
间接疑问从句,充当不定式 καταλαβεῖν 的宾语。动词 ἀποκαθίσταται 为现在时直陈语气,表示周期运动复原到原初位置。
