← 辛普里丘

亚里士多德《论天》注释

§162.20-164.12

驳斥斐洛庞诺斯关于相反运动的逻辑谬误

辛普利丘驳斥了指责亚里斯多德论证为随意之选并搬出灵魂活动与元素性质的斐洛庞诺斯,通过指出其在条件命题换位上的逻辑谬误以及对自然活动与选择活动的混淆,揭露了其论辩的破绽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#8

ὁ δὲ Γραμματικὸς ἀποκληρωτικόν φησι τὰ μὲν ἐναντίας κινούμενα κατὰ τόπον κινήσεις σώματα ἐναντία εἶναι λέγειν, τὰ δὲ κατ’ ἀλλοίωσιν ἢ καὶ αὔξησιν ἐναντίας κινούμενα κινήσεις μηκέτι εἶναι λέγειν ἐναντία, νομίζων, ὡς ἔοικεν, ὅτι, εἰ τῶν ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι, καὶ ὧν αἱ φοραὶ ἐναντίαι, ταῦτα ἐναντία· καίτοι, εἰ μὴ ἐξισάζει, οὐκ ἀληθὲς τῇ θέσει τοῦ ἑπομένου τιθέναι τὸ ἡγούμενον,1 οὔτε ἀκολουθεῖ τῷ ὑπ’ Ἀριστοτέλους ῥηθέντι τὸ τὰς ἐναντίας κινούμενα κινήσεις κατὰ ἀλλοίωσιν ἢ κατὰ τόπον, ὥς φησιν, αὐτὰ ἑαυτοῖς ἐναντία εἶναι μὴ προδειχθέντος τοῦ ἐξισασμοῦ. εἰ δὲ ἐξισάζει ταῦτα ἀλλήλοις, καὶ τῶν ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι, καὶ ὧν αἱ φοραὶ ἐναντίαι, ταῦτα ἐναντία, δῆλον, ὅτι οὐκ ἔσται ἄτοπον τὸ ἑπόμενον. ἀλλὰ τὸ μὲν πρᾶγμα ὅπως ἔχει, πρότερον, ὡς ἐνόμισα, διῆλθον, νῦν δὲ ταῦτα παρεθέμην εἰς δήλωσιν τοῦ μηδὲ ἀκολουθίας λόγων ἐπαισθανόμενον τοῦτον ἑαυτόν τε ἀπατᾶν ὥς τι λέγοντα καὶ τοὺς ἀνοήτως προειλημμένους. ἐπιλαθόμενος δέ, ὡς ἔοικεν, ὅτι περὶ φυσικῶν καὶ ἁπλῶν κινήσεων ὁ λόγος ἐστί, καὶ ἡ ψυχή, φησίν, ἐπ’ ἀρετὴν κινουμένη καὶ κακίαν ἢ κινεῖσθαι δυναμένη καὶ ἔτι ἐπὶ ψευδῆ γνῶσιν καὶ ἀληθῆ αὐτὴ ἑαυτῇ κατὰ τὸ αὐτὸ νῦν ἐναντία ἔσται. καίτοι τοῦτο ἐννοήσαντα ἐχρῆν ἀπορῆσαι, πῶς ἡ μὲν ψυχὴ κατὰ ἀρετὴν ἐνεργεῖ καὶ κατὰ κακίαν, τὸ δὲ πῦρ οὐδέποτε κατὰ ψῦξιν ἐνεργεῖ, καὶ ἀπορήσαντα εὐπορῆσαι, ὅτι τὰ μὲν φυσικὰ καὶ ἁπλᾶ τῷ εἶναι ἐνεργεῖ (διὸ καὶ τὰς αὐτὰς ἐνεργείας, ἕως ἂν ᾖ, ἐνεργεῖ μονοειδεῖς οὔσας), ἡ δὲ ψυχὴ ζωοποιεῖ μὲν τῷ εἶναι (διὸ καὶ ἀεὶ ταύτην ἔχει πρόχειρον τὴν ἐνέργειαν), κατ’ ἀρετὴν δὲ ἢ κακίαν ἢ ψεῦδος ἢ ἀλήθειαν ἐνεργεῖ οὐ τῷ εἶναι, ἀλλὰ τῷ δόξας καὶ προαιρέσεις ἄλλοτε ἄλλως προβάλλεσθαι. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἴωμεν, εἴ τι ἄρα ἐκεῖνα τῶν πρόσθεν ἀκολουθότερον φθέγγεται. γράφει τοίνυν ταῦτα (πάλιν γὰρ ἀνάγκη με πλείονα τῶν τούτου παραγράψαι, ἵνα μὴ τοῖς ἀπιστοῦσι συκοφάντης φανῶ)· “ταῦτα μὲν οὖν, εἰ κατ’ οὐσίαν ἐναντία λέγοιεν σώματα τὰ κινήσεις ἐναντίας κινούμενα. εἰ δὲ μὴ κατ’ οὐσίαν ἐναντία εἶναι ταῦτα λέγοι τις διὰ τὸ καθόλου τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον, ἀλλὰ ποιοτήτων πάντως ἐναντίων μετέχειν τὰ ἐναντίως κινούμενα, ὡς ἐπὶ πυρὸς ἔχει καὶ γῆς· τὸ μὲν γὰρ θερμόν, ἡ δὲ ψυχρὰ τυγχάνει, καὶ τὸ μὲν κοῦφον, ἡ δὲ βαρεῖα· τούτῳ μὲν ἕψεται κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τὸ τὰ μὴ μετέχοντα ποιοτήτων ἐναντίων μηδὲ κινήσεις ἐναντίας κινεῖσθαι μηδὲ εἶναι ὅλως τῇ τούτων κινήσει ἐναντίαν κίνησιν. οὐ μήν, εἴ τινος σώματος μὴ εἴη τῇ κινήσει ἐναντία κίνησις, τοῦτο μηδὲ ποιότητος ἐναντίας μετέχειν ἀληθές· οὐχ ὑγιὲς γὰρ ἐκ τοῦ ἡγουμένου ἀντιστρέφειν.2 εἰ δὲ λέγοι τις ἐξισάζειν ταῦτα, ὥστε καὶ ὧν τῇ κινήσει ἔστιν ἐναντία κίνησις, ταῦτα καὶ ποιοτήτων ἐναντίων μετέχειν, καὶ ὅσα ποιοτήτων ἐναντίων μετέχει, τούτων πάντως καὶ τῇ κινήσει εἶναι κίνησιν ἐναντίαν, οὗτος θέσιν ἀναπόδεικτον ἀξιῶν αὐτῷ συγχωρηθῆναι ὅμως ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐλέγχεται· αἱ γὰρ τῶν στοιχείων ὁλότητες σαφῶς ποιοτήτων ἐναντίων μετέχουσιν, τῇ γε μὴν τοῦ ὑπεκκαύματος καὶ τῇ τοῦ ἀέρος κινήσει κυκλικῇ οὔσῃ οὐκ ἔστιν ἐναντία κίνησις, καθὼς αὐτῷ τῷ Ἀριστοτέλει δοκεῖ τῇ κύκλῳ κινήσει μὴ εἶναι κίνησιν ἐναντίαν.” πρῶτον τοίνυν ἐν τούτοις ἐπισημαίνομαι τὸ νομίζειν, ὅτι τὰ ποιοτήτων ἐναντίων κατ’ οὐσίαν μετέχοντα, ὡς πῦρ ἔχει καὶ γῆ, ταῦτα οὐκ ἔστι κατ’ οὐσίαν ἐναντία· εἰ γὰρ μὴ κατὰ ταῦτά ἐστιν ἡ οὐσιώδης ἐναντίωσις, λείπεται κατὰ τὴν ὕλην αὐτὴν εἶναι, ὅπερ οὐδὲ οὗτος ἄν, οἶμαι, εἶπεν, καὶ ὅμως τὸν Ἀριστοτέλην λέγειν οὕτως ὑπολαμβάνει. τὸ δὲ ἐφεξῆς πάσης ἀνοίας, οἶμαι, καὶ ἀνεπιστασίας πεπλήρωται. τοῦ γὰρ Ἀριστοτέλους εἰπόντος τῶν ἐναντίων καὶ τὰς φορὰς ἐναντίας εἶναι, οὗτος ἀντιστρέψας τὰ ἐναντίως κινούμενα ἐναντία εἶναι ὑποτίθεται ὡς ποιοτήτων ἐναντίων μετέχοντα. καὶ εἰ μὲν ὡς μὴ ἐξισαζόντων τῶν ὅρων ἀντέστρεψε τὴν πρότασιν, αὐτὸς ἡμῖν λεγέτω, τίνα αὐτὸν ὑπολαμβάνειν ἐχρῆν μηδὲ τοῦτο γινώσκοντα, ὅτι ἐπὶ τῶν μὴ ἐξισαζόντων οὐ δυνατὸν ἀντιστρέφειν οὐδὲ ἀδιάφορον οὕτως ἢ ἐκείνως προφέρειν· εἰ δὲ ἐξισάζειν νομίζων οὕτως προήγαγε, πῶς αὐτὸς λέγει μὴ ἐξισάζειν καὶ διὰ τοῦτο μὴ δύνασθαι ἐκ τοῦ ἡγουμένου ἀντιστρέφοντα λέγειν, εἴ τινος σώματος μὴ εἴη ἐναντία κίνησις, τοῦτο μηδὲ ποιότητος ἐναντίας μετέχειν; ὅρα οὖν, ὅπως ὁ λέγων τὸν ἐξισάζειν νομίζοντα θέσιν ἀναπόδεικτον ἀξιοῦν ἑαυτῷ συγχωρηθῆναι ὡς ἐξισάζοντα λαβὼν ἀντέστρεψε τοὺς ὑπὸ τοῦ Ἀριστοτέλους τεθέντας ὅρους.3

然而,这位语法学家断言,说依位置以相反运动被运动的物体是相反的,而说依变质或增加以相反运动被运动的事物不再是相反的,这乃是随意的选择;看来他以为,如果相反者的移动也是相反的,那么移动相反的事物也就是相反的。然而,如果二者外延不相等,通过肯定后件来肯定前件就不是真实的,而且除非预先证明外延相等,否则从亚里斯多德所说的话中也绝不能得出:正如他所说,依变质或依位置以相反运动被运动的事物与自身相反。但如果这些事物彼此在外延上相等,并且相反者的移动是相反的,移动相反的事物也是相反的,显然随之而来的结论绝非荒谬。然而事情究竟如何,正如我认为的那样,我此前已经论述过了,现在列出这些,是为了表明此人甚至不领会论证的推论关系,却欺骗自己仿佛说了什么有意义的话,并且欺骗了那些愚蠢地持有先入之见的人。而且,看来他忘记了论述是关于自然的和单纯的运动,他竟说,灵魂既然向德性与恶德运动,或者能够被运动,进而向虚妄的和真实的认识运动,那么灵魂在同一瞬间就会与自身相反。然而,他既然想到了这一点,就本应当提出疑难:灵魂何以依德性作动又依恶德作动,而火却绝不依冷却作动;并且在提出疑难之后本应当找到解答:自然的和单纯的事物是通过其存在本身而作动的(因此只要它们存在,就施展同样单一种类的现实活动),而灵魂则是通过其存在本身赋予生命(因此它始终随时具有这种现实活动),但依德性或恶德、虚妄或真实作动,却不是通过存在本身,而是通过在不同时候以不同方式施展意见和抉择。不过,让我们转向接下来的部分,看看它们是否说出了比先前稍具逻辑推论性的话。于是他写道(因为为了不在怀疑者面前显得像个诽谤者,我又有必要抄录更多他的话): “那么,如果人们主张以相反运动被运动的物体依实体而言是相反的,这些情况就会发生。但如果有人断言这些物体依实体而言并非相反,因为普遍而言没有任何东西与实体相反,而是说相反运动的事物完全分有相反的性质,正如在火和土的情形中那样——因为前者恰好是热的,后者是冷的,前者是轻的,后者是重的——,那么依照逆否换位,便会得出:不分有相反性质的事物也不以相反的运动被运动,并且根本不存在与这些物体的运动相反的运动。然而,如果某种物体的运动没有相反的运动,这种物体也就不分有相反的性质,这并非真实;因为从前件换位是不健全的。但如果有人说这些是外延相等的,从而那些对其运动而言存在相反运动的事物也分有相反的性质,并且凡分有相反性质的事物,对其运动而言也必定存在相反的运动,那么此人要求人们承认他那未经证明的假定,却依然被事实本身所反驳;因为诸元素的整体显然分有相反的性质,然而引火物和空气的运动既然是圆周运动,便没有相反的运动,正如亚里斯多德本人也认为圆周运动没有相反的运动那样。” 那么,首先在这些言论中我指出的是,他竟认为依实体分有相反性质的事物(如火和土)依实体而言并不是相反的;因为如果实体性的相反性不是依照这些性质,剩下的便只能是依照质料本身,而我认为甚至此人也不会这么说,但他却仍然设想亚里斯多德是这样说的。至于接下来的内容,我认为充满了诸般愚蠢与无知。因为在亚里斯多德说了相反者的移动也是相反的之后,此人通过换位,假定相反运动的事物作为分有相反性质的事物乃是相反的。如果他是作为项的外延不相等而换位命题的,就请他自己告诉我们,连在项的外延不相等时不能换位、这样或那样表述并非无差别这一点都不知道的他,究竟应当被看作何种人;但如果他是以为外延相等才这样推进论证的,他又如何能亲自说外延并不相等,并因此不能从前件换位说‘如果某种物体没有相反的运动,该物体也就不分有相反的性质’呢?由此可见,那位断言认为外延相等的人要求人们承认未经证明之假定的人,自己是如何把亚里斯多德所确立的诸项作为外延相等的来接受,并加以换位的。

语法注3 条
  1. 1.36οὐκ ἀληθὲς τῇ θέσει τοῦ ἑπομένου τιθέναι τὸ ἡγούμενον

    τῇ θέσει τοῦ ἑπομένου 是方式与格,修饰不定词 τιθέναι(“确立”或“肯定”)。该短语表达逻辑学中标准的“肯定后件”谬误,即通过确立后件(τὸ ἑπόμενον)来推论前件(τὸ ἡγούμενον)。

  2. 1.36οὐχ ὑγιὲς γὰρ ἐκ τοῦ ἡγουμένου ἀντιστρέφειν

    ἐκ τοῦ ἡγουμένου ἀντιστρέφειν 见于引自斐洛庞诺斯的文句,意指“从前件换位”,即由“若A则B”推导出“若非A则非B”(否定前件谬误)这一不合法的推理,强调在两项外延不相等时逆否之外的推论是不健全的。

  3. 1.36ὅρα οὖν, ὅπως ὁ λέγων τὸν ἐξισάζειν νομίζοντα θέσιν ἀναπόδεικτον ἀξιοῦν ἑαυτῷ συγχωρηθῆναι ὡς ἐξισάζοντα λαβὼν ἀντέστρεψε τοὺς ὑπὸ τοῦ Ἀριστοτέλους τεθέντας ὅρους.

    全句骨干为 ὅρα οὖν, ὅπως ὁ λέγων [...] ἀντέστρεψε。主语是分词短语 ὁ λέγων(“那断言……的人”),支配带不定词的不定式从句 τὸν [...] νομίζοντα ἀξιοῦν(“认为……的人是在要求……”)。动词 ἀντέστρεψε(“进行了换位”)之前插入了伴随情况分词 ὡς ἐξισάζοντα λαβών(“把[诸项]作为外延相等的来接受”),直接宾语为 τοὺς [...] ὅρους(“亚里斯多德所确立的诸项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:162.20-164.12