- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.1-8.75
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
黎明时分,双方兵马整装出击,涅俄普托勒摩斯与欧律皮罗斯各自激励部属。身披父辈铠甲并驾驭神驹的涅俄普托勒摩斯率领阿开奥斯军与特洛伊军在平原上悍然猛烈交锋。
ἦμος δʼ ἠελίοιο φάος περικίδνατο γαῖαν
当太阳从早生的黎明女神洞穴所在的尽头升起、
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
将光芒洒遍大地之时,
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
特洛伊人与阿开奥斯的英勇儿郎们便在两翼穿戴铠甲,
θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν·
急不可待地奔赴沙场。
καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
阿喀琉斯高贵的儿子激励着这一方,
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
要他们怀抱无畏的胆气直面特洛伊人;
τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει
而忒勒福斯之子的莫大勇力则鼓舞着另一方。
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθῦναι
因为他满心期望将城墙轰然摧毁于地,
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι.
以毁灭的烈焰将战船焚烧殆尽,并亲手将敌军尽数屠戮。
ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
然而他的期望犹如虚妄的微风;
μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
守候在身旁的命运女神们,
πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι.
对着他这徒劳的图谋放声冷笑。
καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸςθαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
那时,阿喀琉斯毫无惧色的儿子向密耳弥冬人发出了勇毅的言语,催促他们奋力鏖战:
κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν
“我的侍从们,请倾听我的话,将好战的心魄置于胸膛,
θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
好让我们成为阿耳戈斯人惨烈战事的解救者,
δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
并化作仇敌的祸患!
ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴγίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει
我们中间谁也不要畏怯;因为过人的坚毅刚勇正是从胆量中生成,
καὶ νόον· ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
而恐惧只会销蚀力量与理智。来吧,众人皆当为阿瑞斯的战阵振作精神,
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα
使特洛伊军阵不得喘息,
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.1
更让世人都道阿喀琉斯依然健在、与阿耳戈斯人同在!”
ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
言罢,他将周身闪耀的父辈铠甲披挂于肩上;
πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ
忒提斯自大海深处凝望着孙儿的雄伟英姿,
ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
心头充满自豪与欢欣。
καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
随即他跨上生父的不死骏马,
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·
疾驰奔向高耸的城墙之前。
οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖοἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
宛如太阳从大洋的边陲现身,
πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ
向大地洒下令人惊叹的烈焰——那正是当天狼星与他的骏马和战车齐头并进时喷薄的烈火,
Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
为凡人带来愁苦的病患——阿喀琉斯勇悍的英雄之子,
υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
便是以这般姿态冲向特洛伊大军。载着他奔驰的是不死的神驹,
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
那是他在渴望将大军从战船旁逐走时,
ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν·
由掌控驭具的奥托墨冬所交付的。
ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
骏马亦欣喜于承载宛若埃阿科斯后裔的新主人,
εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει
它们不死的心灵深信,
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
眼前的这位英雄绝不亚于当年的阿喀琉斯。
ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
阿耳戈斯人同样纵声呐喊,
ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες
聚集在勇猛无俦的涅俄普托勒摩斯身边,
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ2
如狼似虎地渴望战斗,恰似凶恶的黄蜂:一旦它们受惊,
χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
它们便从穴中疾飞而出,一心要刺入凡人的皮肉,
ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
全群围绕着巢穴飞舞,
τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
给过往的行路之人招致深重的祸害;
ὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
他们便是这般贪求阿瑞斯的气息,自战船与城垣间倾泻而出;
μαιμώωντες Ἄρηι· πολὺς δʼ ἐστείνετο χῶρος.
广阔的原野也变得拥挤不堪。
πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
在上方太阳无边光耀的辉映下,
ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·
整座平原远远望去因勇士们的铠甲而耀眼生辉。
οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο
如同在雪花纷飞、严冬逼人的时节,
πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
黑暗团团笼罩着苍穹,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρηἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
乌云在北风强劲的呼啸驱赶下穿过无垠长空一般;
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
当双方在远离战船不远处的土地上汇聚时,
νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν
大地便被他们层层填满。 扬起的尘埃升腾至浩瀚的天穹;
πέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,
勇士们的甲胄与许多战车一并铿锵作响;
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον
奔突于混战中的战马仰天嘶鸣;
ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἕκαστον
个人的勇武号令着每一个人,
ἀλκὴ3 ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
驱使他们投身于残酷的兵燹。
ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆταισμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
犹如狂暴的冬日风暴在大海辽阔的渊薮深处肆虐,
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
凶暴的安菲特里忒在凶险的波涛中发出悲鸣,
ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀνʼ εὐρέα βένθεα πόντου
如崇山峻岭般的巨浪四下翻腾,
μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
双方激起的浪涛在海面上回荡着凄厉的怒吼,
κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται
两股大风搅动长浪,在宽阔的海流之上可怖地轰鸣,
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
从不知何处将彼此的暴风撞碎在一起:
ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο
他们亦是从两侧带着可怖的昂扬斗志撞入阿瑞斯的战阵;
σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ.
纷争与豪气鼓舞着众人。
σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
他们轰然相撞,
αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆταιλάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
宛如狂风暴烈交战时穿透长空怒鸣的雷霆与电闪,
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιοἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
又如狂怒呼啸的烈风在宙斯因凡人违背受崇敬的正义而大发雷霆之际撕裂云层时降下的闪电:
ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος
他们便是这般凶猛地扑向对方;长矛撞向长矛,
συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ.
盾牌挤压着盾牌,男儿杀向男儿。
- 8.21ἀλλʼ Ἀχιλῆα φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν
在由连词 ὄφρα 引导的目的从句中,语气由前半句的虚拟式 ἀμπνεύσῃ 转为带有不确定主语的祈愿式 φαίη(“使人人皆可道”),表示一种带有潜能或期许意味的结果。
- 8.41οὕς τε κλονήσῃ
关系代词 οὕς(指代前文的 σφήκεσσιν)附带泛指小辞 τε,且在未加 ἄν 的情况下直接统辖不定过去时虚拟式 κλονήσῃ。这是荷马史诗以来的直喻修辞中常见的格言性虚拟式用法。
- 8.57ἐὴ δʼ ἐκέλευεν ἕκαστον ἀλκὴ
ἐή 为第三人称物主形容词 ἑός(自己的)在史诗中的阴性单数主格形式(即 ἑή),修饰句子的主语 ἀλκή(“自身的勇武”),并以宾格 ἕκαστον 作直接宾语,意为“各人自身的勇武号令着每一个人”。
