- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.590-7.659
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
涅俄普托勒摩斯刀枪不入奋勇激战,斩杀了特洛伊双子勇士,在日暮交战停歇前挽救了阿开奥斯军队的危局。战事稍歇之际,老将福尼克斯走近前来,因其容貌酷肖阿喀琉斯而感泣不已,深情回忆起当年抚育其父的往事。
ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ
……一旦靠近入海之流便告平息,
ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·1
烈焰的暴威绝无法侵凌永流不息的水力;
ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
骁勇顽强的珀琉斯之子的卓越子嗣亦是如此,
οὔτε μόγος στονόεις οὔτʼ ἄρ δέος ἥψατο γούνων
悲痛的劳苦与恐惧丝毫未能触及他的膝部,
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
他始终坚守阵地,鼓舞着身旁的同袍。
οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
数以万计的投射武器射向他,
πολλῶν βαλλομένων· ἀλλʼ ὡς νιφάδες περὶ πέτρην
却无一能够触碰他那俊美的肌肤;它们宛如扑向岩石的飞雪,
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
屡屡徒劳地滑落;
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
因为那面宽阔的盾牌与沉重的战盔——神明的光荣赐物——阻挡了一切攻击。
τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
埃阿科斯的坚毅子孙以此为豪,
φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
高声呐喊着绕行城壁,
ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
频频号令无畏的阿耳戈斯人奋勇杀敌,因为他本就远远冠绝全军,
πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς
其内心对凄凉的拼杀仍未厌倦,
λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς
并决意要为自己父亲悲痛的阵亡复仇;
τίσεσθʼ ἀλγινόεντα φόνον· κεχάροντο δʼ ἄνακτι
密耳弥冬人因拥戴这位君王而欢欣鼓舞,
Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
城壁四周充斥着可怕的喧嚣。
Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
在此处,他斩杀了巨富墨革斯的两个儿子。
ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας,
墨革斯乃是堤玛斯之子,育有声名显赫的儿郎,
εἰδότας εὖ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι
他们精于投掷标枪,精于战时驾驭战马,
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθῃς
亦熟练掌握着挥舞长矛的技巧;
Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο
这正是佩里波亚在桑加里俄斯河畔一次分娩所生的凯尔托斯与欧比俄斯。然而,
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
他们未能长久享有无尽的财富,
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
因为命运女神给他们注定了极短的生命终局;
ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
正如他们一同初见天日,
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
他们亦一同死在骁勇的涅俄普托勒摩斯之手:
βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
一人被标枪击中心脏,
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
另一人则被痛击的投石击中头顶,坚固的头盔在颅骨周围崩碎,
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
被砸裂开来,溅出了脑髓。
ἀμφὶ δʼ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
在他们四周,成千上万的其他敌军亦纷纷被屠戮;
μυρία δυσμενέων· μέγα δʼ Ἄρεος ἔργον ὀρώρει,
阿瑞斯的滔天战祸不断腾起,
μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼςἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
直至解牛时分降临,神圣的白昼行将结束,
χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δʼ ἀγχόθι πύργων
无畏的欧律皮罗斯麾下军众才从战船近旁略微后撤;
βαιὸν ἀνέπνευσαν· καὶ δʼ αὐτοὶ Τρώιοι υἷες
守在城楼附近的兵士方得片刻喘息;
ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκʼ ἐτύχθη
特洛伊的儿郎们亦停歇了残酷的征战,
φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χʼ ἅπαντες
因城壁周围爆发了残酷的鏖战。
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳδυσμενέων ἀπάλαλκε2 πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
若非阿喀琉斯勇悍的儿子在那一天击退了敌方的大军与欧律皮罗斯本人,
Εὐρύπυλον. τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
此刻所有的阿耳戈斯人必定早已尽数丧命于各自的战船之上。 彼时,老将福尼克斯快步走近他身旁,
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
目睹他酷肖珀琉斯之子,
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος,
不禁惊叹不已;巨大的欢欣与无尽的悲痛同时涌上他的心头:
χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε·
悲痛因他忆起了捷足的阿喀琉斯,欢欣则因他见到了其强悍的儿子;
κλαῖε δʼ ὅ γʼ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλʼ ἀνθρώπων
他欣然落泪,因为人类部族纵使迎来喜悦,
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
亦绝不能免于悲泣而活着。
ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγεʼ ἀνατλὰς
他扑向他紧紧相拥,正如一位父亲拥抱久经神意折磨、
ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
历尽艰辛终于返回故土并给亲爱的老父带来莫大欢慰的爱子一般;
ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσενἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
他就这般紧紧抱住涅俄普托勒摩斯,亲吻着他的头颅与胸膛,惊叹之余吐露了如下话语:
χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτʼ ἔγωγε
“向你致意,阿喀琉斯的高贵子嗣!
τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
忆往昔,当你父亲尚且年幼时,
προφρονέως· ὁ δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
我曾满怀慈爱在怀抱中将他抚育成人;藉由诸神光荣的定数,
ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε
他如同一株茁壮生长的幼苗迅速长大;
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
我望着他的身躯与力量,心中满是欣喜;
ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
他曾是我莫大的慰藉,我尊崇他如同钟爱的独生子,
τηλυγέτῳ· ὁ δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
他也同样全心敬重我如同生父。
κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δʼ ἄρʼ υἱὸς ἔμοιγε
因为在心意相通中,我是他的父亲,
ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
而他是我的儿子;凡目睹我们之人,
εἵνεχʼ ὁμοφροσύνης· ἀρετῇ δʼ ὅ γε φέρτερος ἦεν
皆会因这般同心同德而认定我们同出一脉;然而在勇力上他远胜于我,
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
因其身量与力量酷似受福的诸神。
τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
如今你与他完全一模一样;我恍惚觉得他依然活着,
ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ
依然身在阿耳戈斯人之中。
ἀμφέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν
失去他的剧烈痛楚日日夜夜纠缠着我,
τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
我在这凄凉的残年心力交瘁。若在他尚且健在时,堆起的封土便已将我掩埋,
κείνου ἔτι ζώοντος·3 ὁ καὶ πέλει ἀνέρι κῦδος
那该有多好!因为对于一个凡人而言,
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
能葬于照料自己之人的手中,实乃莫大的荣耀。
ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
然而,我的孩子,我永不会忘却他的心志……”
- 7.590οὐδέ οἱ ἀλκὴ / ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο
ἅψασθʼ (ἅψασθαι) 是不定式,承接主语 ἀλκή,可理解为省略了 ἔστι(ν) 构成的无人称结构(“无法触及”),或作为说明 ἀλκή 的结果/目的不定式;σθένει 为接在 ἅπτεσθαι 后的与格(“触及不竭之水的力量”),完成了以江河克制烈火比拟涅俄普托勒摩斯勇武的史诗明喻。
- 7.626καί νύ χʼ ἅπαντες / Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο, / εἰ μὴ ... ἀπάλαλκε
过去与事实相反的条件句(反事实虚拟式):主句由 καί νύ κε 搭配不定过去时直陈式 ὄλοντο 构成,从句由 εἰ μὴ 搭配不定过去时直陈式 ἀπάλαλκε 构成,意为“若非……当时所有人皆已丧命”,是荷马史诗以来的典型叙事程式。
- 7.656ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει / κείνου ἔτι ζώοντος
表达过去未能实现的愿望句,由 ὄφελον 搭配过去完成时/重叠不定过去时直陈式 κεκεύθει 构成(“但愿那隆起的泥土早已将我掩埋……”);κείνου ἔτι ζώοντος 为时间性的属格独立结构(“当他尚且健在之时”)。
