- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:5.226-5.297
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃阿斯拒绝口舌之争并要求以武力决胜负,同时强调自己的高贵血统;奥德修斯则反驳称智谋远胜于蛮力,并历数自己潜入敌城及抢救阿基琉斯遗体等功勋。
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
双手更挥不动那杆巨大的长矛。然而对我而言,
ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
这一切无不合宜相称,唯有我才配穿戴这套光彩夺目的铠甲,
οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
绝不辱没神明绝美的赠礼。
ἀλλὰ τί ἢ1 μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
可是,我们为何要站在这里,
ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
为了无可挑剔的阿基琉斯的光荣铠甲而用恶言恶语相互争吵呢?
ἀλλʼ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
来吧,让我们用青铜长矛来较量一番,
ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
看谁才是在戕害战士的沙场上更为优胜之人!
ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
因为银足忒提斯置于阵中的,
θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
是武勇的奖赏,而非恶语争辩的奖赏;
μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
言辞只需在公民大会的场合发挥功用。
οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
我深知在勇力与高贵上我远胜于你;
εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.2
而且我的血统与伟大的阿基琉斯源自同出一脉。”
ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
他这般说道;而运用多方谋略的拉厄耳忒斯之子,
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
迎面投去严厉的目光,声色俱厉地斥责道:
Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
“言辞无度的埃阿斯啊,你为何对我妄吐这许多虚妄之辞?
οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
你说我是无用、险恶而懦弱之辈,
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
然而我自诩在谋略与言辞上远胜于你,
μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει·
而这正是增进人们力量的关键。
καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
须知,即便是巍峨耸立、
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
坚不可摧的顽石,采石工人凭借智慧也能在群山中轻易凿断;
ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
海员们凭借智慧,
ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
也能横渡汹涌澎湃、
τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
波涛万丈的浩瀚大海;猎人们凭借智巧制服强壮的雄狮、
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
豹子、野猪以及各种野兽;
ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
勇猛的公牛也在人们的意志下屈服于轭木;
ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
一切皆凭智谋而成就。
αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
在一切艰难劳作与谋议之中,
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
博学多识之人向来胜过盲目无知之辈。
τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
正因如此,奥纽斯之子那骁勇的儿子,
λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
在众人之中单单挑选明智的我作为同伴,
ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
一同前往敌方哨所;我们二人共同立下了赫赫战功。
καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
我也将强健的珀琉斯那名扬四海的儿子本人带来,
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου
作为阿特柔斯之子们的强援。
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
倘若阿耳戈斯人中日后还需要其他英雄相助,
οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλωνἈργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
那人绝不会因你的武力而来,也不会因其他阿耳戈斯人的谋划而来,
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
阿开奥斯人中唯有我一人能用温和的话语劝服他,
δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
将他领向壮士们的沙场。因为言辞若伴以明智,
γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
便能化为人们的巨大力量;
ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
若无聪慧的智谋相随,武勇终归劳而无功,
ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
伟岸的身躯亦化为乌有。
αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
而不朽的神明赋予了我同等的勇力与智谋,
ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
使我成为阿耳戈斯人的巨大福佑。
οὐδὲ μὲν ὡς σύ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
而且,绝非如你方才所言,
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
是在我逃避敌人的杀伐声时你救了我。我并未逃跑,
Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο
而是坚定地抵御着所有蜂拥而至的特洛伊人;
ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
他们带着狂暴的杀气扑来,
πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
而我凭借双手之力夺取了许多人的性命。你说的绝非实情:
οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
你并非在混战中救援我,而是为了保全你自己而站立在那里,
φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα
生怕自己在逃离战场时被长矛刺中。我将战船泊在中央,
οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
绝非畏惧敌人的威势,
αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·
而是为了时刻能与阿特柔斯之子们共商战策。
καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε3
你把战船停在最外侧,
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
而我却用凄惨的鞭痕摧残己身,
ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
潜入特洛伊人的城池,
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
以便查明他们就这场险恶的战争究竟定下了多少谋划。
οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
我也从未惧怕赫克托耳的长矛,
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
当他依仗勇力向全军挑战之时,
κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
我自己也在最前列跃身而起,渴望与他决战。
νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
如今在阿基琉斯周围,我斩杀的敌人远比你多得多,
δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα.
并将阵亡的他连同铠甲一并解救了出来。
οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
我绝不惧怕你的长矛,
ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
只是我因保卫这套铠甲与阵亡的阿基琉斯而负的惨重创伤,
τῶνδʼ ὑπερουτηθέντα4 δαϊκταμένου τʼ Ἀχιλῆος·
至今仍令我剧痛缠身。
καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.
况且我与阿基琉斯一样,体内皆流淌着宙斯尊贵无比的血脉。”
ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖθις ἀμείβετο καρτερὸς Αἴας·
他这般说道;强悍的埃阿斯再次反唇相讥:
ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
“诡计多端的奥德修斯,所有人中最阴险的家伙!
οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
当特洛伊人急不可耐地要拖走倒下的阿基琉斯的尸首时,
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
不仅我没有看见你在那里奋战,
ἑλκέμεναι μενέαινον· ἐγὼ δʼ ὑπὸ δουρὶ καὶ ἀλκῇ
其他任何阿耳戈斯人也未曾见过!是我凭着长矛与勇武,
τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα
在混战中击溃了其中一些人的膝力,并在持续不断的冲杀中令其余之人仓皇溃退;
αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο
他们陷入了凄惨的惊恐之中……”
- 5.229ἀλλὰ τί ἢ
疑问代词 τί 与连词 ἤ 构成的固定搭配,字面意为“何故除……之外还做什么”,即“为何偏偏要……”,构成反问句以斥责徒劳的口舌之争,并促成随后的青铜长矛实战对决。
- 5.236γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι
关系副词 ὅθεν 兼具先行词含义(来源、出处),其后接与格 μεγάλῳ Ἀχιλῆι 并省略了系动词(如 ἐστίν),意为“我的出身亦源自伟大的阿基琉斯所出的那一血脉”,指两人同为埃阿科斯之后(埃阿斯为忒拉蒙之子,阿基琉斯为珀琉斯之子)。
- 5.278καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
通过 μέν 与 αὐτάρ(代替 δέ)形成的破格句(anacoluthon)。前半句(σὺ μὲν ἔκτοσθε στήσας νέας)仅使用分词而缺少独立的主要谓语动词,随后句子直接跳转至后半句叙述奥德修斯自身的行动(αὐτὸν ἀεικίσσας... ἐς Τρώων πτολίεθρον ἐσήλυθον),从而鲜明地对比了二人行动的差异。
- 5.289ὑπερουτηθέντα
被动过去时分词,阳性宾格单数,修饰上一行的宾格代词 με。由前置词 ὑπέρ 复合而成,意为“为了保卫/在争夺……时负伤”,作状语/原因分词,解释了为何至今仍受深重伤痛困扰。
