- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.1-2.72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
黎明时分,阿开奥斯人欢欣鼓舞,惊恐的特洛伊人则在城头集议:绪摩忒斯建议弃城逃难,普里阿摩斯主张坚守待门农来援,而波吕达玛斯力主归还海伦以求和,在民众暗中赞许之际引来帕里斯的厉声斥责。
αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων
然而,
λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
当不知疲倦的太阳将明灿的光芒升上呼啸群山的峰峦之上时,
οἱ μὲν ἄρʼ ἐν κλισίῃσιν Ἀχαιῶν ὄβριμοι υἷες
阿开奥斯人英勇的儿子们在营帐中欢欣鼓舞,
γήθεον ἀκαμάτῳ μέγʼ ἐπευχόμενοι Ἀχιλῆι.
极力赞颂不知疲倦的阿喀琉斯。
Τρῶες δʼ αὖ μύροντο κατὰ πτόλιν· ἀμφὶ δὲ πύργους
特洛伊人则在城中四处哀泣;
ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
他们坐在城塔周围警惕观望,因为恐惧攫住了所有人,
μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
生怕那位威猛的勇士跃过高大的城墙,
αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
将他们杀戮殆尽,并纵火烧毁一切。
τοῖσι δʼ ἄρʼ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
在这些忧伤的人群中,老将绪摩忒斯开口说道:
ὦ φίλοι, οὐκέτʼ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
“朋友们,在近战勇士赫克托耳倒毙之后,
ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
我心中已不知该如何谋划抵御这残酷战祸的防线,
Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
他从前曾是特洛伊人的巨大支柱;
κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδʼ ὅ γε Κῆρας ἄλυξεν,
然而就连他也未能逃脱死神,
ἀλλʼ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω
而是覆灭在阿喀琉斯手下——我想即便神祇在战斗中与之交锋,
καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι·1οἵην τήνδʼ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
亦难免丧命;
Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·
看他在混战中击败了怎样的人物——令其余阿耳戈斯人闻风丧胆的英勇的彭忒西勒亚!
καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,
她确实威猛绝伦:当我看见她时,
ὠισάμην μακάρων τίνʼ ἀπʼ οὐρανοῦ ἐνθάδʼ ἱκέσθαι
曾以为是某位天上的福神降临此地,
ἡμῖν χάρμα φέρουσαν· ὃ δʼ οὐκ ἄρʼ ἐτήτυμον ἦεν.
为我们带来欢欣;然而那终究并非实情。
ἀλλʼ ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,
来吧,让我们思量何者对我们更为有利:
ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
是继续同可憎的敌寇交战,
ἢ ἤδη φεύγωμεν ἀπʼ ἄστεος ὀλλυμένοιο·
还是此刻即刻逃离这座走向覆灭的城池;
οὐ γὰρ ἔτʼ Ἀργείοισι δυνησόμεθʼ ἀντιφερίζειν
因为当冷酷无情的阿喀琉斯在战阵中搏杀时,
μαρναμένου κατὰ δῆριν ἀμειλίκτου Ἀχιλῆος.
我们再也无法与阿耳戈斯人抗衡了。”
ὣς ἄρʼ ἔφη· τὸν δʼ υἱὸς ἀμείβετο Λαομέδοντος·
他这般说完,拉俄墨冬之子回答道:
ὦ φίλος ἠδʼ ἄλλοι Τρῶες σθεναροί τʼ ἐπίκουροι,
“朋友,以及诸位特洛伊同胞与强健的盟友,
μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
我们绝不可因惊惧而背弃自己的祖国,
μηδʼ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
亦不可再远离城池同敌寇交锋,
ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃΜέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
而应依托城塔与城墙作战,
λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
直至勇烈沉稳的门农率领居住在黑色人种的埃塞俄比亚的无数部族赶来。
ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
因为我料定他本人已临近我们的土地;
ἔμμεναι ἡμετέρης· ἐπεὶ ἦ νύ οἱ οὔτι νέον γε
只因我心怀深切忧伤向他送去讯息,
ἀγγελίην προέηκα μέγʼ ἀχνύμενος περί θυμῷ·
绝非近日之事;
αὐτὰρ ὅ γʼ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
而他欣然允诺,一旦抵达特洛伊必当完成一切;
ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.
我料想他已近在咫尺。
ἀλλʼ ἄγε τλῆτʼ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
来吧,且再忍耐片刻,
θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας
因为在混战中勇烈赴死,远胜过沦为逃兵、
ζώειν ἀλλοδαποῖσι παρʼ ἀνδράσιν αἴσχεʼ ἔχοντας.
在异邦人中间蒙羞偷生。”
ἦ ῥʼ ὁ γέρων· ἀλλʼ οὔτι σαόφρονι Πουλυδάμαντιἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δʼ ἔκφατο μῦθον·
老者这般说道。然而对于明智审慎的波吕达玛斯而言,继续战斗绝非合意之事,他吐露了一番理智的言辞:
εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
“倘若门农果真明确向你首肯,
ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
誓要为我们击退严酷的毁灭,
μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλʼ ἄρα θυμῷ
我绝不反对在城中恭候这位宛如神明的勇士;
δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
但我心中实深感忧惧,恐那人与其战友一同前来亦难免覆灭,
κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
进而给我们更多的同胞招致祸殃;
ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτʼ Ἀχαιῶν.
因阿开奥斯人汹涌而至的力量实在可怖。
ἀλλʼ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
来吧,我们既不要远遁离开自己的城邦、
αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδʼ ἔτι πάτρῃ
在凄惨的懦弱中忍受万般耻辱辗转于异邦土地,
μίμνοντες κτεινώμεθʼ ὑπʼ Ἀργείων ὀρυμαγδοῦ,
亦不要滞留祖国而在阿耳戈斯人的喧嚣杀伐下横遭戮杀;倒不如趁现在,
ἀλλʼ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
即便为时已晚,
εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματʼ ἐκείνης,ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
若我们能把荣耀的海伦与其财物——不论是她自斯巴达带来的,
διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
还是为救城池与我们自身而额外奉上的两倍财宝——交还给达那奥斯人,
ἐκδόμεν,2 ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται3
赶在仇敌部族瓜分我们财产、
ἡμετέρην, οὐδʼ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
毁灭的烈火吞噬城邦之前,那才更为有利。
νῦν δʼ ἄγʼ ἐμοὶ πείθεσθε περὶ φρεσίν· οὐ γὰρ ὀΐω
现在请在心中听从我吧;
ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι·
因我认为特洛伊人中再无他人能构想出更佳的良谋。
εἴθʼ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς4
但愿当初我将赫克托耳阻拦在祖国城内时,
Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.
他亦曾听从我的诫告!”
ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος· ἀμφὶ δὲ Τρῶες
波吕达玛斯卓越的勇力这般说道;
ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδʼ ἀναφανδὸν
周围倾听的特洛伊人在心中皆表示赞许,
μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
却无人公开发言;因为所有人都畏惧自己的君王,
ἅζοντʼ ἠδʼ Ἑλένην, κείνης ἕνεκʼ ὀλλύμενοί περ.
并敬畏海伦,尽管他们正因她而走向灭亡。
τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·
然而帕里斯却当面严厉训斥了他,尽管他是一位贤良之人:
Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,
“波吕达玛斯,你实是个畏战退缩的怯懦之徒,
οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
在你胸膛中根本没有迎敌抗争的胆魄,
ἀλλὰ δέος καὶ φύζα· σὺ δʼ εὔχεαι εἶναι ἄριστος
唯有恐惧与逃窜;而你竟自诩为议事中最卓越之人,
ἐν βουλῇ· πάντων δὲ χερείονα μήδεα οἶδας.
所出的主意却比所有人都拙劣。
ἀλλʼ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
算了吧,你自己退出沙场便是,”
- 2.14ᾧ περ ὀΐω καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι
动词 ὀΐω(“我认为”)支配宾格加不定式结构,以 καὶ θεὸν ἀντιάσαντα 为宾格主语,以被动不定式 δῃωθῆναι 为谓语。与格关系代词 ᾧ 指代先行词 Ἀχιλλέος,作分词 ἀντιάσαντα(“遭遇他”)的宾语。
- 2.49ἀλλʼ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη ... ἐκδόμεν
非人称潜在希求式 λώιον εἴη(史诗中不带 ἄν 的用法,“……会更好”)支配不定式 ἐκδόμεν(史诗不定式,相当于 ἐκδοῦναι)。分词 φέροντας 采用宾格复数,与不定式未明示的宾格主语(“我们带来……”)保持一致。
- 2.57ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
连词 ἕως 后接否定词 οὐ 及直说式动词(完成时中动相 δέδασται),属于史诗惯用法,意为“在……尚未之前”(相当于 πρίν),而非简单的“只要不……”。
- 2.61εἴθʼ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
表示过去无法实现的愿望。通常 ὤφελον(ὀφείλω 的不定过去时)后接不定式,但此处直接与不定过去时直说式动词 ἐπάκουσεν 连用,是 εἴθε 加过去直说式与 ὤφελον 加不定式两种表达愿望构文的混交(contamination)。
