- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.587-14.658
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃阿斯殒命之后,阿开亚船队惨遭凶猛的风暴摧残,更因瑙普利俄斯点燃伪火诱敌而纷纷撞碎在礁石上。与此同时,波塞冬与阿波罗在宙斯的相助下,以洪水和地震将阿开亚人昔日在特洛伊构筑的防壁彻底抹去。
ὑψόθεν ἐξεριποῦσα,1 βάρυνε δὲ καρτερὸν ἄνδρα·
自高处坠落,压垮了这位刚强的勇士;
ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατʼ ὄλεθρος
黑色的死亡之厄将他笼罩,
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
他同时被大地与不毛的大海所降伏。
ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
其他阿开亚人同样漂流在浩瀚的波涛之上,
οἱ μὲν ἄρʼ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
有的在船中惶恐战栗,有的被抛出船外;
ἔκτοσθεν νηῶν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς·
毁灭性的苦难攫住了所有人。
αἱ μὲν γὰρ φορέοντʼ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
战船有的在海中横冲直撞,
ἄλλαι δʼ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
有的龙骨朝天翻覆;狂飙猛扑之下,
ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω·
有些船桅从桅座处折断,
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·
疾暴的风暴将一切木材击得粉碎。
αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσανὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδʼ ὑπέμεινανλάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
另有一些船只因无边暴雨的压迫而沉入巨大的深渊,
μισγόμενον.2 ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
无法承受风暴中大海之水与宙斯之雨狂暴地交融。长空宛若江河般连绵倾泻,
συνεχές· ἡ δʼ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα·
在其下方,神圣的大海疯狂咆哮。
καί τις ἔφη· τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
有人言道:
ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
“想必昔日丢卡利翁那难以言述的暴雨降临、大地化为汪洋、
ποντώθη δʼ ἄρα γαῖα, βυθὸς δʼ ἐπεχεύατο πάντῃ.
深渊漫过万物之时,扑向凡人的风暴亦不过如此!”
ὣς ἄρʼ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
一位达奈人在心中因这凄惨的风暴而惊骇,
λευγαλέον· πολλοὶ δὲ κατέφθιθεν· ἀμφὶ δὲ νεκρῶν
如是叹道。许多人丧生;浩瀚的海浪中漂满了尸体,
πλήθεθʼ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
所有的海滩都被填塞拥挤,
ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμʼ ἐπὶ χέρσον·
因为波涛将无数尸骨吐上了陆地。
ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
战船的残木彻底覆盖了轰鸣的安菲特里忒海,
πᾶσαν ἄδην ἐκάλυψε· μέσον δʼ ἀνεφαίνετο κῦμα.
巨浪在木块间隙中时隐时现。
ἄλλοι δʼ ἄλλην κῆρα κακὴν λάχον· οἱ μὲν ἀνʼ εὐρὺν
其余之人则遭遇了另一种悲惨的命运:
πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δʼ ἐνὶ πέτρῃς·
有的在浩瀚的大海之上因无法阻挡的狂涛而丧命,有的则命丧于礁石之间;
ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
因瑙普利俄斯的诱骗,
Ναυπλίου ἐννεσίῃσιν· ὁ γὰρ κοτέων μάλα παιδὸς
他们撞碎战船,悲惨地殒命。他因儿子的死而极度愤怒,
χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
在风暴涌起、阿耳戈斯人灭顶之际,
καίπερ ἀκηχέμενος μέγʼ ἐγήθεεν, οὕνεκʼ ἄρʼ αὐτῷ
尽管满怀悲痛却大为欢欣,
δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
因为神明迅速赐予他复仇的机会,
τειρόμενον κατὰ βένθος, ἑῷ δʼ ἄρα πολλὰ τοκῆι
让他目睹仇敌在深渊中备受摧折;他多次向自己的父神祈祷,
εὔχεθʼ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
愿他们连同战船尽皆沉没覆亡。
τοῦ δὲ Ποσειδάων μάλʼ ἐπέκλυεν, ἄγχι δὲ πάντας
波塞冬俯听了他的祈愿,
ἄμ μέλαν οἶδμα φέρεσκεν· ὁ δʼ οὐρεὺς ὣς χερὶ πεύκην
在黑色的浪潮上将他们全都卷送至近旁。瑙普利俄斯如山野守望者一般,
αἰθομένην ἀνάειρε· δόλῳ δʼ ἐπέλασσεν Ἀχαιοὺς
手中高举点燃的松脂火把;他用诡计将阿开亚人引来,
ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·
而他们正一心希望能抵达安稳的避风港湾。
αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
然而他们连同战船凄惨地撞碎在嶙峋的礁石上;
αὐτῇς σὺν νήεσσι· κακῷ δʼ ἔπι κύντερον ἄλγος3τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
在迅疾的黑夜中,他们撞击在险恶的巨石上,
νυκτὶ θοῇ· παῦροι δὲ φύγον μόρον, οὕς τʼ ἐσάωσεν
在灾祸之上更承受了尤为残酷的痛苦。仅有极少数人逃脱了死厄,
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος· αὐτὰρ Ἀθήνη
是神明或相助的精灵拯救了他们。
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
然而雅典娜时而在心中大为欣喜,
ἄχνυτʼ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκʼ ἔμελλε
时而又为深谋远虑的奥德修斯感到哀伤,
πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
因为他注定将因波塞冬的狂怒而饱受千般苦难。
ὅς ῥα τότʼ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
波塞冬当时在其不知疲倦的心中,
τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
极度嫉恨强悍的阿耳戈斯人筑起的城墙与塔楼——那是他们辛勤构筑、
οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
用以抵御特洛伊人可怕战号的屏障。
ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
他急不可耐地掀起从欧克辛海涌入赫勒斯滂的全部海潮,
ὅσση ἀπʼ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
猛烈地拍击在特洛伊的海滩上;
καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε
宙斯自上方降下倾盆大雨,
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
向显赫的大地撼动者示好。
οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
远射者阿波罗亦未曾闲歇,
ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
而是将来自伊达群山的所有溪流汇聚于一处,
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργον Ἀχαιῶν·
彻底淹没了阿开亚人的工程。
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν κελάδοντες
大海泛滥,在宙斯的暴雨助长下,
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
山洪咆哮着奔涌向前;
τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτηςπόντον ἐπελθέμεναι,4 πρὶν τείχεα πάντʼ ἀμαθῦναι
然而忧伤的安菲特里忒那黑色的浪潮阻挡着激流流入深海,
ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
直待它们将达奈人的城墙彻底化为齑粉。波塞冬亲自从下方裂开大地,
ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
喷涌出无尽的泉水、淤泥与沙砾;
ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
他以巨大的力量撼动了西盖翁,
Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα
海滩与达耳达尼亚的基石发出剧烈的轰鸣。
Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη
无际的防壁在水下隐没无踪,
ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης
随着大地大范围地裂开而深陷地底;
μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη
当海水退去时,
χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων ἐριδούπων
只剩下一片泥沙展现出来,
νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
自轰鸣的危崖绵延至海岸远方。 凡此种种,
ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν
皆是不死神明严酷的意志所成就。
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·
至于那些被风暴冲散的阿耳戈斯人,则乘船继续航行;
ἄλλῃ δʼ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
凡是在海面上逃过了凶险狂飙的人,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.
都任凭神明的引领,各自驶向不同的远方。
- 14.587ὑψόθεν ἐξεριποῦσα
阴性单数主格分词,修饰上一段落末尾的名词短语 οὔρεος ἄκρη(“山峰”)。句法结构跨越段落,由 οὔρεος ἄκρη / ὑψόθεν ἐξεριποῦσα 承接主要动词 βάρυνε。
- 14.599θαλάσσης καὶ Διὸς ὕδωρ μισγόμενον
θαλάσσης 与 Διός 均为修饰 ὕδωρ 的所有格,分别指“海水”与“宙斯之水(即天降暴雨)”。中性分词 μισγόμενον 修饰该并列的 ὕδωρ,共同作主要动词 οὐδʼ ὑπέμειναν 的直接宾语。
- 14.625κακῷ δʼ ἔπι κύντερον ἄλγος
介词 ἔπι(ἐπί 的倒置重音形式)支配与格 κακῷ,意为“在灾难之上”。比较级短语 κύντερον ἄλγος(“更为残酷的苦痛”)作主句动词 τλῆσαν 的直接宾语。
- 14.644τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης πόντον ἐπελθέμεναι
τοὺς 为阳性复数宾格代词,指代前文的洪流(χείμαρροι),在此作不定式 ἐπελθέμεναι(“流入大海”)的逻辑主语。动词 ἀνέεργε(“阻挡”)构成“阻碍某人/物做某事”的宾格加不定式结构;主句主语为 μέλαν οἶδμα。
