← 斯密那的昆图斯

荷马史诗续集

§14.367-14.438

阿开奥斯人启航与雅典娜决意复仇

卡尔坎斯与安菲罗科斯留了下来,阿开奥斯人载着特洛伊女俘欢欣启航,然而雅典娜因洗劫城池时神殿遭亵渎而震怒,向宙斯控诉并誓要向舰队复仇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
367

μίμνεν ὁμῶς Κάλχαντι περίφρονι·1 τοῖσι γὰρ ἦεν

安菲罗科斯与深谋远虑的卡尔坎斯一同留了下来;

αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης

因为两人的命运都注定要远离自己的故土,

Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.

前往潘菲利亚人和基利基亚人的城镇。

370

ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ

然而神明是在日后才使这一切成真的。

νηῶν πείσματʼ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς

阿开奥斯人随即解开了系在岸边的船缆,

ἐσσυμένως ἀνάειραν· ἐπίαχε δʼ Ἑλλήσποντος

急切地起锚。

σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ·

赫勒斯滂海峡在他们急迫的行动下轰鸣作响,战船被海水四面冲刷。

ἀμφὶ δʼ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο

在战船的船首周围,堆放着许多被杀之人的铠甲武具,

375

ἔντεʼ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης

上方悬挂着数不胜数的胜利标记;

μυρίʼ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆαςκαὶ κεφαλὰς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο

他们以花冠装饰战船和〔自己的〕头,

ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες

以及曾用以与敌人作战的长矛与盾牌。

εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν

首领们从船首向幽暗的大海倾倒美酒,

380

εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι·

频频向福乐的神明祈求赐予安然无恙的归程;

εὐχωλαὶ δʼ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν

然而祈祷之声与风相混,

μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.

徒劳地消散在远离战船的云雾与苍穹之中。

αἱ δʼ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ

被掳的女俘们满心忧伤地回望伊利翁,

ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον

背着阿耳戈斯人暗自啜泣,

385

κρύβδην Ἀργείων μέγʼ ἐνὶ φρεσὶ πένθος ἔχουσαι·

心中怀着巨大的悲痛。

καί ῥʼ αἱ μὲν περὶ γούνατʼ ἔχον χέρας· αἱ δὲ μέτωπα

其中不幸的妇人,有的双手抱膝,

χερσὶν ἐπηρείδοντο δυσάμμοροι· αἱ δʼ ἄρα τέκνα

有的以手抚额,

ἄμφεχον ἀγκοίνῃσι· τὰ δʼ οὔπω δούλιον ἦμαρ

还有的把婴孩抱在臂弯里。那些孩子尚未哀叹沦为奴隶的时日,

ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλʼ ἐπὶ μαζῷ

亦不为祖国的灾难哭泣,

θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.

而一心只想着母亲的乳房;因为婴儿的心思远离悲愁。

390

πάσῃσιν δʼ ἐλέλυντο κόμαι καὶ στήθεα λυγρὰ

所有女人的头发都已散乱,

ἀμφʼ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δʼ ἔπι δάκρυ

凄惨的胸膛被指甲抓得伤痕累累;

αὐαλέον περίκειτο, κατείβετο δʼ ἄλλʼ ἐφύπερθε

脸颊上凝结着干涸的泪痕,

πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην

其上又自眼睑扑簌簌地滑下密集的新泪。她们凝视着仍在熊熊燃烧、

αἰθομένην ἔτι πάγχυ, πολὺν δʼ ἀνὰ καπνὸν ἰόντα·

升起滚滚浓烟的可怜祖国。

395

ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι

众女回望声名显赫的卡珊德拉,

πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς

想起她那沉痛的神谕,纷纷注视着她;

μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,

而卡珊德拉虽然为祖国可憎的苦难心怀悲痛,

καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.

却对着号哭的她们报以冷笑。

Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,

在特洛伊人中,凡是逃脱了无情战火的人,

400

ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο

都聚集在城中,一心要埋葬死者,在尸骸旁忙碌操劳;

θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον

安忒诺尔引领众人承担起这艰辛的劳役,

Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.

他们为众多死者筑起了一座共同的火葬柴堆。

Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες

阿耳戈斯人心中充满无尽的欢悦,

ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο

时而用船桨划破黑水,

ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα

时而急切而渴望地扬起船帆。转瞬间,

Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δʼ ἀνὰ θυμὸν

整片达耳达尼亚大地和阿喀琉斯之冢都被抛在身后;

καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑταίρων

他们心中虽感欣慰,

ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν

忆起阵亡的同伴时仍痛苦万分,

410

ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶνχαζομένη· τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο

目光投向那异邦的土地。那片土地在他们眼中似乎正渐渐远离战船退去;

ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν

他们迅速驶过临海的忒涅多斯海岸,掠过克律塞、

καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·

福玻斯·斯敏透斯的圣所和神圣的基拉。

Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη

多风的莱斯博斯岛映入眼帘,

415

ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.

他们迅速绕过勒克同的海角,那是伊达山的最边缘。

λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις

鼓起的船帆周围呼啸作响,

ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ

船首周围黑色的波涛在咆哮;长长的海浪蒙上暗影,

κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.

海面上的航道翻腾出泛白的浪花。

καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδαςπάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι

倘若雷霆之神宙斯的女儿雅典娜未曾对阿耳戈斯人动怒,

κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·2

他们本可在深海之上安然无恙地全部抵达希腊的圣土。

καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,

然而正当他们接近多风的欧玻亚时,

δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον

她一心要为洛克里斯人的国王降下沉重而无情的毁灭,

ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσαΖηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθονἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·

胸中怀着不可遏止的愤恨,避开诸位不朽的神明,伫立在统治众神的宙斯身旁,开口说道;她的胸膛再也抑制不住怒火:

Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται

“宙斯父亲啊,凡人所图谋的恶行,

ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ

神明已不可再容忍;他们心中既不顾及您,

οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ

也不顾及其他福乐的神明,

430

ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πολλάκις ἐσθλὸς

因为惩罚不再降临于罪孽深重的人身上,

συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν·

反而常常是善人比恶人承受更多的痛苦,受尽无休止的苦难。

τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς

因此,再也没有人敬畏正义,

ἔστι παρʼ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ

人间亦无羞耻之心。

ἔσσομαι, οὔτʼ ἔτι σεῖο κεκλήσομαι,3 εἰ μὴ Ἀχαιῶν

倘若我不惩治阿开奥斯人的狂妄悖逆,我便不再居于奥林匹斯,

435

τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ

也不再被称为您的女儿。

υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε

因为在我的神殿之内,奥伊琉斯之子犯下了大罪,

Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας

不仅对屡次向我伸出无助双手的卡珊德拉毫无怜悯,

πολλάκις, οὐδʼ ὅ γʼ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ

亦不怕我的威怒,更在心中……”

语法注3 条
  1. 14.367μίμνεν ὁμῶς Κάλχαντι περίφρονι

    主要动词 μίμνεν 承接上一片段末尾出现的主语 Ἀμφίλοχος(安菲罗科斯)。与格 Κάλχαντι 与副词 ὁμῶς 连用,构成表示伴随的与格(“与卡尔坎斯一道”)。

  2. 14.419καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη

    非真实条件句(与过去事实相反的假设)。结论从句采用 κεν 搭配未完成过去时直陈式 κίον(“他们本已抵达”),条件从句采用 εἰ μή 搭配不定过去时直陈式 νεμέσησεν(“若非雅典娜动怒”)。这一句式构成了史诗中大难将临前标志性的戏剧性转折。

  3. 14.434οὔτʼ ἔτι σεῖο κεκλήσομαι

    动词 κεκλήσομαι 为具有单纯未来含义的将来完成时中被动态直陈式第一人称单数(“我将不再被称为”)。它直接接续表示所属或亲子关系的属格 σεῖο,意为“我亦不再被称为您的(女儿)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.367-14.438